Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

9.82 ἐν δὲ τούτῳ Μηνόδωρος καὶ Μενεκράτης καθορῶσιν ἀλλήλους καὶ τὸν ἄλλον πόνον ἀφέντες αὐτίκα μετʼ ὀργῆς καὶ βοῆς ἀλλήλοις ἐπέπλεον, ἐν τῷδε τὴν νίκην καὶ τὸ κεφάλαιον τοῦ πολέμου τιθέμενοι, ἐν ᾧ τις αὐτῶν κρατήσειν ἔμελλεν. αἱ μὲν δὴ νῆες ἀλλήλαις ὑπὸ ῥύμης ἐνέπεσον καὶ συνέτριψαν ἡ μὲν τὸν ἔμβολον τῆς Μηνοδώρου νεώς, ἡ δὲ τὸν ταρσὸν τῆς Μενεκράτους· ἐπεὶ δὲ αὐταῖς ἑκατέρωθεν χεῖρες ἐπεβλήθησαν σιδηραῖ, τῶν μὲν νεῶν οὐδὲν ἔτι ἔργον ἦν, συνεστηκυίας ἑκατέρας, οἱ δὲ ἄνδρες ὥσπερ ἐν γῇ πόνου καὶ ἀρετῆς οὐδὲν ἀπέλειπον. ἀκόντιά τε γὰρ ἦν ἀθρόα καὶ λίθοι καὶ τοξεύματα ἐπʼ ἀλλήλους, καὶ ἐπὶ τὰς ναῦς καταρράκτας ἐρρίπτουν ἐς τὸ ἐπιέναι διʼ αὐτῶν. ὑψηλοτέρας δʼ οὔσης τῆς Μηνοδώρου νεώς, οἵ τε καταρράκται τοῖς τολμῶσιν ἦσαν εὐεπιβατώτεροι καὶ τὰ βαλλόμενα ὡς ἀφʼ ὑψηλοῦ βιαιότερα. τεθνεώτων δʼ ἤδη πολλῶν καὶ τῶν ὑπολοίπων κατατετρωμένων, ὁ μὲν Μηνόδωρος ὀβελῷ τὸν βραχίονα ἐτρώθη, καὶ ὁ ὀβελὸς ἐξῃρέθη, ὁ δὲ Μενεκράτης τὸν μηρὸν ἀκοντίῳ πολυγλώχινι Ἰβηρικῷ ὁλοσιδήρῳ, καὶ οὐκ ἦν ἐξελεῖν αὐτὸ σὺν ἐπείξει. ἀχρεῖος οὖν ὁ Μενεκράτης ἐς μάχην γενόμενος ἐπέμενε καὶ ὥς, τοὺς ἄλλους ἐποτρύνων, μέχρι λαμβανομένης τῆς νεὼς ἐς τὸν βυθὸν τοῦ πελάγους ἑαυτὸν ἔρριψεν. καὶ τὴν μὲν ναῦν ὁ Μηνόδωρος ἀνεδήσατο καὶ ἐς τὴν γῆν ἀπέπλευσεν, οὐδὲν ἔτι δρᾶν οὐδὲ ἐκεῖνος δυνάμενος.
9.83 καὶ τὸ μὲν λαιὸν τῆς ναυμαχίας οὕτως ἐπεπράχει. ἐκ δὲ τοῦ δεξιοῦ Καλουίσιος μέν, διαπλέων ἐς τὸ λαιόν, ἀπετέμετό τινας τῶν Μενεκράτους νεῶν καὶ ἐκφυγούσας εἰς τὸ πέλαγος ἐδίωκε, Δημοχάρης δʼ, ὁ τοῦ Μενεκράτους συνεξελεύθερός τε καὶ ὑποστράτηγος, ταῖς λοιπαῖς τοῦ Καλουισίου συμπεσών, τὰς μὲν ἐς φυγὴν ἐτρέπετο, τὰς δὲ ἐς πέτρας συνήραξε, καὶ τῶν ἀνδρῶν ἐξαλομένων ἐνεπίμπρα τὰ σκάφη, μέχρι Καλουίσιος ἐκ τῆς διώξεως ἐπανιὼν τάς τε φευγούσας τῶν ἰδίων ἐπανήγαγε καὶ τὰς ἐμπιπραμένας ἐκώλυσε. καὶ νυκτὸς ἐπιλαβούσης ηὐλίσαντο πάντες, ἔνθα καὶ τῆς προτέρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme