Book 5
9.83
ἡ μὲν δὴ ναυμαχία ἐς τοῦτο ἐτελεύτα, καὶ προῦχεν ἐν αὐτῇ τὰ Πομπηίου παρὰ πολύ· Δημοχάρης δὲ βαρυθυμῶν ἐπὶ τῷ θανάτῳ Μενεκράτους ὡς ἐπὶ ἥττῃ μεγίστῃ (δύο γὰρ οἵδε ἦσαν μάλιστα τῷ Πομπηίῳ θαλάσσης ἐργάται, Μενεκράτης τε καὶ Μηνόδωρος), ἅπαντα μεθεὶς ἐκ χειρῶν εὐθὺς ἐς Σικελίαν ἔπλει, καθάπερ οὐ τὸ Μενεκράτους σῶμα καὶ ναῦν μίαν, ἀλλὰ τὸν στόλον ὅλον ἀποβαλών.
9.84
ὁ δὲ Καλουίσιος ἕως μὲν ἐπιπλευσεῖσθαι τὸν Δημοχάρην προσεδόκα, παρέμενεν, ἔνθαπερ ὥρμιστο, ναυμαχεῖν οὐ δυνάμενος· αἵ τε γὰρ κράτισται τῶν νεῶν αὐτῷ διωλώλεσαν, καὶ αἱ ἕτεραι πρὸς ναυμαχίαν εἶχον ἀχρείως· ἐπεὶ δὲ ἔμαθεν οἰχόμενον ἐς Σικελίαν, ἐπεσκεύαζε τὰς ναῦς καὶ παρέπλει τὴν γῆν, τοὺς κόλπους ἐξελίσσων. ὁ δὲ Καῖσαρ ἐκ μὲν Τάραντος ἐς τὸ Ῥήγιον διεπεπλεύκει ναυσὶ πολλαῖς καὶ στρατῷ πολλῷ καὶ Πομπήιον περὶ Μεσσήνην κατειλήφει ναῦς ἔχοντα τεσσαράκοντα μόνας, ὥστε αὐτῷ παρῄνουν οἱ φίλοι, ὡς ἐν καιρῷ μάλιστα, ἐπιθέσθαι τῷ Πομπηίῳ μετὰ τοσοῦδε στόλου, ναῦς ἔχοντι ὀλίγας, μέχρι τὸ λοιπὸν ἐκείνῳ ναυτικὸν οὐ πάρεστιν. ὁ δʼ οὐκ ἐπείθετο, Καλουίσιον περιμένων καὶ λέγων οὐκ εὔβουλον εἶναι τὸ ῥιψοκίνδυνον, ἔνθα συμμαχίαν ἄλλην προσδοκῴη.