Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

9.85 ὡς δὲ Δημοχάρης ἐς Μεσσήνην κατέπλευσεν, ὁ μὲν Πομπήιος αὐτόν τε Δημοχάρην καὶ Ἀπολλοφάνην, καὶ τόνδε ἀπελεύθερον ἑαυτοῦ, ναυάρχους ἀπέφηνεν ἀντὶ Μηνοδώρου καὶ Μενεκράτους· ὁ δὲ Καῖσαρ περὶ τῶν συμβεβηκότων ἀμφὶ τῇ Κύμῃ πυθόμενος ἐξέπλει τὸν πορθμόν, ὑπαντήσων τῷ Καλουισίῳ. ἀνύσαντι δʼ αὐτῷ τοῦ πόρου τὸ πλέον καὶ Στυλίδα ἤδη παραπλέοντι καὶ ἐς τὸ Σκύλλαιον ἐπικάμπτοντι, ἐκθορὼν ἐκ τῆς Μεσσήνης ὁ Πομπήιος ἐξήπτετο τῶν ὑστάτων καὶ τὰς πρόπλους ἐδίωκε καὶ πάσαις ἐνέβαλλε καὶ ἐς μάχην προυκαλεῖτο. αἱ δὲ καίπερ ἐνοχλούμεναι ἐς μὲν ναυμαχίαν οὐκ ἐπέστρεφον, Καίσαρος οὐκ ἐῶντος, εἴτε δείσαντος ἐν στενῷ ναυμαχεῖν εἴτʼ ἐπιμένοντος οἷς ἀπʼ ἀρχῆς διεγνώκει, μὴ ναυμαχεῖν δίχα τοῦ Καλουισίου· γνώμῃ δὲ αὐτοῦ παρά τε τὴν γῆν ὑπεχώρουν ἅπασαι καὶ ἐπʼ ἀγκυρῶν ἐσάλευον καὶ κατὰ πρῷραν ἀπεμάχοντο τοὺς ἐπιόντας. Δημοχάρους δʼ ἐπιστήσαντος δύο ναῦς περὶ ἑκάστην ἐθορυβοῦντο ἤδη, πρός τε τὰς πέτρας ἀρασσόμεναι καὶ πρὸς ἀλλήλας, θαλάσσης τε ἐνεπίμπλαντο· καὶ διεφθείροντο μετὰ ἀργίας καὶ αἵδε ὥσπερ αἱ περὶ Κύμην, ὁρμοῦσαί τε καὶ ἐμβαλλόμεναι πρὸς ἐχθρῶν ἐπιπλεόντων καὶ ἀναχωρούντων.
9.86 ὁ μὲν δὴ Καῖσαρ ἐξήλατο τῆς νεὼς ἐπὶ τὰς πέτρας καὶ τοὺς ἐκνέοντας ἐκ τῆς θαλάσσης ἀνελάμβανε καὶ ἐς τὸ ὄρος ἄνω παρέπεμπε· Κορνιφίκιος δὲ καὶ ὅσοι ἄλλοι στρατηγοὶ ἦσαν αὐτοῦ, παρακαλέσαντες ἀλλήλους, ἄνευ προστάγματος ἀπέρρηξαν τὰ ἀγκύρια καὶ ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους, ὡς δέον τι δρῶντας παθεῖν μᾶλλον ἢ ἑστῶτας ἀμαχεὶ τοῖς ἐπιχειροῦσι προκεῖσθαι. τόλμῃ τε παραβόλῳ πρῶτον ὁ Κορνιφίκιος τὴν ναυαρχίδα τοῦ Δημοχάρους κατέσεισε καὶ εἷλε. καὶ Δημοχάρης μὲν ἐς ἑτέραν ἐξήλατο, τοιούτου δὲ ὄντος τοῦ πόνου καὶ τοῦ φθόρου ἐπεφαίνοντο ἐκ πόντου προσπλέοντες ἤδη Καλουίσιός τε καὶ Μηνόδωρος. καὶ αὐτοὺς οἱ μὲν τοῦ Καίσαρος οὐχ ἑώρων οὔτε ἀπὸ γῆς οὔτε ἐκ θαλάσσης, πελαγιώτεροι δὲ ὄντες οἱ τοῦ Πομπηίου κατεῖδον καὶ ἰδόντες ἀνεχώρουν· συνεσκόταζε γὰρ ἤδη, καὶ κεκμηκότες ἀκμῆσιν οὐκ ἐθάρρουν συμπλέκεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme