Book 5
11.99
ἐνδόντος δέ ποτε τοῦ κακοῦ τὰ νεκρὰ ἔθαπτεν ὁ Καῖσαρ, καὶ τοὺς τραυματίας ἐθεράπευε, καὶ τοὺς ἐκνέοντας ἐνέδυε, καὶ ὥπλιζεν ἑτέροις ὅπλοις, καὶ τὸν στόλον ἅπαντα ἐκ τῶν ἐνόντων ἀνελάμβανε. διεφθάρατο δʼ αὐτῷ νῆες βαρεῖαι μὲν ἕξ, κουφότεραι δὲ ἓξ καὶ εἴκοσι, λιβυρνίδες δὲ ἔτι πλείους. καὶ ἐς τάδε διορθούμενα τριάκοντα ἡμέρας ἀναλώσειν ἔμελλεν, ἤδη τοῦ θέρους προκόπτοντος· ὅθεν ἦν ἄριστον αὐτῷ τὸν πόλεμον ἐς τὸ μέλλον θέρος ἀναβαλέσθαι. ἐνοχλουμένου δὲ τοῦ δήμου ταῖς ἀπορίαις, ἐπεσκεύαζε τὰς ναῦς ἐς τὴν γῆν ἀνέλκων μετὰ ἐπείξεως καὶ τὰ πληρώματα τῶν διεφθαρμένων ἐς τὰς παρὰ Ταύρῳ ναῦς κενὰς ἐξέπεμπεν. ὡς δὲ ἐπὶ συμφορᾷ μείζονι, Μαικήναν μὲν ἐς Ῥώμην ἐξέπεμπε διὰ τοὺς ἐπτοημένους ἔτι πρὸς τὴν μνήμην Πομπηίου Μάγνου· οὐ γὰρ αὐτοὺς ἐξέλιπεν ἡ δόξα τοῦ ἀνδρὸς τούτου· τοὺς δὲ κληρούχους αὐτὸς ἀνὰ τὴν Ἰταλίαν ἐπέτρεχε καὶ ἐκ τοῦ φόβου τῶν γεγονότων ἀνελάμβανε. διέδραμε δὲ καὶ ἐς Τάραντα καὶ τὸ ναυτικὸν εἶδε τὸ ὑπὸ Ταύρῳ, καὶ ἐς Ἱππώνειον ἦλθε καὶ τὰ πεζὰ παρηγόρησε καὶ τὴν τῶν νεῶν ἐπισκευὴν ἐπέσπερχεν. καὶ πλησίον ἦν ἤδη καὶ ὁ δεύτερος ἐς Σικελίαν ἐπίπλους.
11.100
ὁ δὲ Πομπήιος οὐδʼ ἐπὶ τοιᾷδε εὐκαιρίᾳ τοσοῖσδε ναυαγίοις ἐπιχειρεῖν ἠξίου, ἀλλʼ ἔθυε μόνον θαλάσσῃ καὶ Ποσειδῶνι καὶ υἱὸς αὐτῶν ὑφίστατο καλεῖσθαι, πειθόμενος οὐκ ἄνευ θεοῦ δὶς οὕτω θέρους πταῖσαι τοὺς πολεμίους. φασὶ δʼ αὐτόν, ὑπὸ τῶνδε χαυνούμενον, καὶ τὴν συνήθη τοῖς αὐτοκράτορσι χλαμύδα ἐκ φοινικῆς ἐς κυανῆν μεταλλάξαι, εἰσποιούμενον ἄρα ἑαυτὸν τῷ Ποσειδῶνι. ἐλπίσας δʼ ἀναζεύξειν τὸν Καίσαρα, ὡς ἐπύθετο ναυπηγούμενόν τε καὶ ἐπιπλευσούμενον αὖθις αὐτοῦ θέρους, ἐξεπλήσσετο μὲν ὡς ἀμάχῳ γνώμῃ καὶ παρασκευῇ πολεμῶν, Μηνόδωρον δὲ μετὰ νεῶν ἑπτὰ ὧν ἤγαγεν ἔπεμπε κατασκεψόμενον τὰ νεώλκια τοῦ Καίσαρος καὶ δράσοντα, ὅ τι καὶ δύναιτο. ὁ δὲ καὶ τέως ἀχθόμενος οὐκ ἀποδοθείσης αὐτῷ τῆς ναυαρχίας καὶ τότε αἰσθόμενος, ὅτι σὺν ὑποψίᾳ μόνων ἠξίωτο ὧν ἤγαγε νεῶν, ἐπεβούλευεν αὖθις αὐτομολίαν.