Book 5
11.101
ἐπινοῶν δὲ πρότερον, ὡς ἐς πάντα οἱ συνοῖσον, ἀνδραγαθίσασθαι, διέδωκε τοῖς συμπλέουσιν, ὅσον εἶχε χρυσίον, καὶ διέπλευσεν εἰρεσίᾳ τρισὶν ἡμέραις πεντακοσίους ἐπὶ χιλίοις σταδίους καὶ τοῖς προφύλαξι τῶν ναυπηγουμένων Καίσαρι νεῶν οἷα σκηπτὸς ἀφανῶς ἐμπίπτων καὶ ἐς ἀφανὲς ἀναχωρῶν ᾕρει κατὰ δύο καὶ τρεῖς ναῦς τῶν φυλακίδων καὶ τὰς ὁλκάδας, αἳ τὸν σῖτον ἔφερον, ὁρμούσας ἢ παραπλεούσας κατέδυεν ἢ ἀνεδεῖτο ἢ ἐνεπίμπρη. θορύβου δὲ πάντα μεστὰ διὰ Μηνόδωρον ἦν, Καίσαρος ἀπόντος ἔτι καὶ Ἀγρίππα· καὶ γὰρ οὗτος ἐπὶ ὕλην ἐπεπόρευτο. γαυρούμενος δὲ ὁ Μηνόδωρος ἐξώκειλέ ποτε τὴν ναῦν ἑκὼν ἐς ἕρμα γῆς ἁπαλὸν σὺν καταφρονήσει καὶ ὑπεκρίνετο αὐτὴν ὑπὸ τοῦ πηλοῦ κατέχεσθαι, μέχρι, τῶν πολεμίων ἐκ τῶν ὀρῶν καταθορόντων ὡς ἐπὶ Μηνοδώρου θήραν ἕτοιμον, ἀνακρουσάμενος ᾤχετο σὺν θαύματι.