Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 5

11.105 ὁ δὲ Καῖσαρ ἐς μὲν Στρογγύλην, ἣ τῶν πέντε νήσων ἐστὶ τῶν Αἰόλου, παντὶ τῷ στόλῳ διέπλευσεν ἐξ Ἱππωνείου, προερευνωμένης αὐτῷ τῆς θαλάσσης· στρατὸν δὲ ἐπὶ μετώπου τῆς Σικελίας πλέονα ἰδὼν ἔν τε Πελωριάδι καὶ Μύλαις καὶ Τυνδαρίδι, εἴκασεν αὐτὸν παρεῖναι Πομπήιον καὶ τὰ μὲν ἐνθάδε Ἀγρίππᾳ διαστρατηγεῖν ἐπέτρεψεν. αὐτὸς δὲ εἰς τὸ Ἱππώνειον αὖθις ἀπέπλει καὶ ἐς τὸ Ταύρου στρατόπεδον ἐξ Ἱππωνείου σὺν τρισὶ τέλεσι μετὰ Μεσσάλα διετρόχαζεν, ὡς Ταυρομένιον αἱρήσων ἀπόντος ἔτι τοῦ Πομπηίου καὶ τὰς ἐμβολὰς αὐτῷ διχόθεν παρέξων. Ἀγρίππας μὲν οὖν ἀπὸ Στρογγύλης εἰς Ἱερὰν διέπλει καὶ τῶν Πομπηίου φρουρῶν αὐτὸν οὐχ ὑποστάντων εἷλε τὴν Ἱερὰν καὶ τῆς ἐπιούσης ἔμελλεν ἐπιχειρήσειν ἐς Μύλας Δημοχάρει τῷ Πομπηίου, τεσσαράκοντα ναῦς ἔχοντι· ὁ δὲ Πομπήιος, τὸ βίαιον ὑφορώμενος τοῦ Ἀγρίππα, ἔπεμπε τῷ Δημοχάρει ναῦς ἄλλας πέντε καὶ τεσσαράκοντα ἀπὸ Μεσσήνης. ἐξελεύθερον ἄγοντα Ἀπολλοφάνη, καὶ αὐτὸς ἐφείπετο ἄλλαις ἑβδομήκοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme