Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Herodotus

Book 5

40.1 πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξανδρίδῃ τάδε. ἐπεὶ τοίνυν τοι περιεχόμενόν σε ὁρῶμεν τῆς ἔχεις γυναικός, σὺ δὲ ταῦτα ποίεε, καὶ μὴ ἀντίβαινε τούτοισι, ἵνα μή τι ἀλλοῖον περὶ σεῦ Σπαρτιῆται βουλεύσωνται·
40.2 γυναικὸς μὲν τῆς ἔχεις οὐ προσδεόμεθά σευ τῆς ἐξέσιος, σὺ δὲ ταύτῃ τε πάντα ὅσα νῦν παρέχεις πάρεχε καὶ ἄλλην πρὸς ταύτῃ ἐσάγαγε γυναῖκα τεκνοποιόν. ταῦτά κῃ λεγόντων συνεχώρησε ὁ Ἀναξανδρίδης, μετὰ δὲ γυναῖκας ἔχων δύο διξὰς ἱστίας οἴκεε, ποιέων οὐδαμῶς Σπαρτιητικά.
41.1 χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἡ ἐσύστερον ἐπελθοῦσα γυνὴ τίκτει τὸν δὴ Κλεομένεα τοῦτον. καὶ αὕτη τε ἔφεδρον βασιλέα Σπαρτιήτῃσι ἀπέφαινε, καὶ ἡ προτέρη γυνὴ τὸν πρότερον χρόνον ἄτοκος ἐοῦσα τότε κως ἐκύησε, συντυχίῃ ταύτῃ χρησαμένη.
41.2 ἔχουσαν δὲ αὐτὴν ἀληθεῖ λόγῳ οἱ τῆς ἐπελθούσης γυναικὸς οἰκήιοι πυθόμενοι ὤχλεον, φάμενοι αὐτὴν κομπέειν ἄλλως βουλομένην ὑποβαλέσθαι. δεινὰ δὲ ποιεύντων αὐτῶν, τοῦ χρόνου συντάμνοντος, ὑπʼ ἀπιστίης οἱ ἔφοροι τίκτουσαν τὴν γυναῖκα περιιζόμενοι ἐφύλαξαν.
41.3 ἣ δὲ ὡς ἔτεκε Δωριέα ἰθέως ἴσχει Λεωνίδην, καὶ μετὰ τοῦτον ἰθέως ἴσχει Κλεόμβροτον· οἳ δὲ καὶ διδύμους λέγουσι Κλεόμβροτον καὶ Λεωνίδην γενέσθαι. ἣ δὲ Κλεομένεα τεκοῦσα καὶ τὸ δεύτερον ἐπελθοῦσα γυνή, ἐοῦσα θυγάτηρ Πρινητάδεω τοῦ Δημαρμένου, οὐκέτι ἔτικτε τὸ δεύτερον.
42.1 ὁ μὲν δὴ Κλεομένης, ὡς λέγεται, ἦν τε οὐ φρενήρης ἀκρομανής τε, ὁ δὲ Δωριεὺς ἦν τῶν ἡλίκων πάντων πρῶτος, εὖ τε ἐπίστατο κατʼ ἀνδραγαθίην αὐτὸς σχήσων τὴν βασιληίην.
42.2 ὥστε ὦν οὕτω φρονέων, ἐπειδὴ ὅ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα, ὁ Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος βασιλεύεσθαι, αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην, οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν κτίσων ἴῃ, οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων· οἷα δὲ βαρέως φέρων, ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα· κατηγέοντο δέ οἱ ἄνδρες Θηραῖοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme