Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Herodotus

Book 6

85.2 μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα, εἶπέ σφι Θεασίδης ὁ Λεωπρέπεος, ἐὼν ἐν Σπάρτῃ δόκιμος ἀνήρ, τί βουλεύεσθε ποιέειν, ἄνδρες Αἰγινῆται; τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν; εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται, ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν, ἢν ταῦτα πρήσσητε, πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωσι.
85.3 ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς, ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε, ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας.
86.1 ὡς δὲ ἀπικόμενος Λευτυχίδης ἐς τὰς Ἀθήνας ἀπαίτεε τὴν παραθήκην, οἱ δʼ Ἀθηναῖοι προφάσιας εἷλκον οὐ βουλόμενοι ἀποδοῦναι, φάντες δύο σφέας ἐόντας βασιλέας παραθέσθαι καὶ οὐ δικαιοῦν τῷ ἑτέρῳ ἄνευ τοῦ ἑτέρου ἀποδιδόναι·
86A.1 οὐ φαμένων δὲ ἀποδώσειν τῶν Ἀθηναίων, ἔλεξέ σφι Λευτυχίδης τάδε. ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεσθε αὐτοί· καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅσια, καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων· ὁκοῖον μέντοι τι ἐν τῇ Σπάρτῃ συνηνείχθη γενέσθαι περὶ παρακαταθήκης, βούλομαι ὑμῖν εἶπαι.
86A.2 λέγομεν ἡμεῖς οἱ Σπαρτιῆται γενέσθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπʼ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα· τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα, καὶ δὴ καὶ ἀκούειν ἄριστα δικαιοσύνης πέρι πάντων ὅσοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον οἴκεον.
86A.3 συνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν. ἄνδρα Μιλήσιον ἀπικόμενον ἐς Σπάρτην βούλεσθαί οἱ ἐλθεῖν ἐς λόγους προϊσχόμενον τοιάδε. εἰμὶ μὲν Μιλήσιος, ἥκω δὲ τῆς σῆς Γλαῦκε βουλόμενος δικαιοσύνης ἀπολαῦσαι.
86A.4 ὡς γὰρ δὴ ἀνὰ πᾶσαν μὲν τὴν ἄλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆς σῆς δικαιοσύνης ἦν λόγος πολλός, ἐμεωυτῷ λόγους ἐδίδουν καὶ ὅτι ἐπικίνδυνος ἐστὶ αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννησος ἀσφαλέως ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺς αὐτούς ἐστι ὁρᾶν ἔχοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme