Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Herodotus

Book 9

9.2 οὕτω ἔχει, ἄνδρες ἔφοροι· Ἀθηναίων ἡμῖν ἐόντων μὴ ἀρθμίων τῷ δὲ βαρβάρῳ συμμάχων, καίπερ τείχεος διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένου καρτεροῦ, μεγάλαι κλισιάδες ἀναπεπτέαται ἐς τὴν Πελοπόννησον τῷ Πέρσῃ. ἀλλʼ ἐσακούσατε, πρίν τι ἄλλο Ἀθηναίοισι δόξαι σφάλμα φέρον τῇ Ἑλλάδι.
10.1 ὃ μέν σφι ταῦτα συνεβούλευε· οἳ δὲ φρενὶ λαβόντες τὸν λόγον αὐτίκα, φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων, νυκτὸς ἔτι ἐκπέμπουσι πεντακισχιλίους Σπαρτιητέων καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντες τῶν εἱλώτων, Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτάξαντες ἐξάγειν.
10.2 ἐγίνετο μὲν ἡ ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω· ἀλλʼ ὃ μὲν ἦν ἔτι παῖς, ὁ δὲ τούτου ἐπίτροπός τε καὶ ἀνεψιός. Κλεόμβροτος γὰρ ὁ Παυσανίεω μὲν πατὴρ Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν, ἀλλʼ ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ ταῦτα οὐ πολλὸν χρόνον τινὰ βιοὺς ἀπέθανε.
10.3 ἀπῆγε δὲ τὴν στρατιὴν ὁ Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε· θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ὁ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ. προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος, ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς.
11.1 οἳ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Σπάρτης· οἱ δὲ ἄγγελοι, ὡς ἡμέρη ἐγεγόνεε, οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς ἐφόρους, ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαστος· ἐπελθόντες δὲ ἔλεγον τάδε. ὑμεῖς μὲν, ὦ Λακεδαιμόνιοι αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε ἄγετε καὶ παίζετε, καταπροδόντες τοὺς συμμάχους· Ἀθηναῖοι δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεΐ τε συμμάχων καταλύσονται τῷ Πέρσῃ οὕτω ὅκως ἄν δύνωνται·
11.2 καταλυσάμενοι δέ, δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα, συστρατευσόμεθα ἐπʼ ἣν ἂν ἐκεῖνοι ἐξηγέωνται. ὑμεῖς δὲ τὸ ἐνθεῦτεν μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ. ταῦτα λεγόντων τῶν ἀγγέλων, οἱ ἔφοροι εἶπαν ἐπʼ ὅρκου καὶ δὴ δοκέειν εἶναι ἐν Ὀρεσθείῳ στείχοντας ἐπὶ τοὺς ξείνους. ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme