Thesauros Literature History Memorabilia

Memorabilia

Memorabilia Xenophon

Book 3

6.12 ἴσως, ἔφη ὁ Γλαύκων, βέλτιον. εἴς γε μήν, ἔφη, τἀργύρεια οἶδʼ ὅτι οὐκ ἀφῖξαι, ὥστʼ ἔχειν εἰπεῖν διʼ ὅ τι νῦν ἐλάττω ἢ πρόσθεν προσέρχεται αὐτόθεν. οὐ γὰρ οὖν ἐλήλυθα, ἔφη. καὶ γὰρ νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, λέγεται βαρὺ τὸ χωρίον εἶναι, ὥστε, ὅταν περὶ τούτου δέῃ συμβουλεύειν, αὕτη σοι ἡ πρόφασις ἀρκέσει. σκώπτομαι, ἔφη ὁ Γλαύκων.
6.13 ἀλλʼ ἐκείνου γέ τοι, ἔφη, οἶδʼ ὅτι οὐκ ἠμέληκας, ἀλλʼ ἔσκεψαι, πόσον χρόνον ἱκανός ἐστιν ὁ ἐκ τῆς χώρας γιγνόμενος σῖτος διατρέφειν τὴν πόλιν, καὶ πόσου εἰς τὸν ἐνιαυτὸν προσδεῖται, ἵνα μὴ τοῦτό γε λάθῃ σέ ποτε ἡ πόλις ἐνδεὴς γενομένη, ἀλλʼ εἰδὼς ἔχῃς ὑπὲρ τῶν ἀναγκαίων συμβουλεύων τῇ πόλει βοηθεῖν τε καὶ σῴζειν αὐτήν. λέγεις, ἔφη ὁ Γλαύκων, παμμέγεθες πρᾶγμα, εἴ γε καὶ τῶν τοιούτων ἐπιμελεῖσθαι δεήσει.
6.14 ἀλλὰ μέντοι, ἔφη ὁ Σωκράτης, οὐδʼ ἂν τὸν ἑαυτοῦ ποτε οἶκον καλῶς τις οἰκήσειεν, εἰ μὴ πάντα μὲν εἴσεται ὧν προσδεῖται, πάντων δὲ ἐπιμελόμενος ἐκπληρώσει. ἀλλʼ ἐπεὶ ἡ μὲν πόλις ἐκ πλειόνων ἢ μυρίων οἰκιῶν συνέστηκε, χαλεπὸν δʼ ἐστὶν ἅμα τοσούτων οἴκων ἐπιμελεῖσθαι, πῶς οὐχ ἕνα τὸν τοῦ θείου πρῶτον ἐπειράθης αὐξῆσαι; δεῖται δέ. κἂν μὲν τοῦτον δύνῃ, καὶ πλείοσιν ἐπιχειρήσεις· ἕνα δὲ μὴ δυνάμενος ὠφελῆσαι πῶς ἂν πολλούς γε δυνηθείης; ὥσπερ, εἴ τις ἓν τάλαντον μὴ δύναιτο φέρειν, πῶς οὐ φανερὸν ὅτι πλείω γε φέρειν οὐδʼ ἐπιχειρητέον αὐτῷ;
6.15 ἀλλʼ ἔγωγʼ, ἔφη ὁ Γλαύκων, ὠφελοίην ἂν τὸν τοῦ θείου οἶκον, εἴ μοι ἐθέλοι πείθεσθαι. εἶτα, ἔφη ὁ Σωκράτης, τὸν θεῖον οὐ δυνάμενος πεῖσαι, Ἀθηναίους πάντας μετὰ τοῦ θείου νομίζεις δυνήσεσθαι ποιῆσαι πείθεσθαί σοι;
6.16 φυλάττου, ἔφη, ὦ Γλαύκων, ὅπως μὴ τοῦ εὐδοξεῖν ἐπιθυμῶν εἰς τοὐναντίον ἔλθῃς. ἢ οὐχ ὁρᾷς ὡς σφαλερόν ἐστι τό, ἃ μὴ οἶδέ τις, ταῦτα ἢ λέγειν ἢ πράττειν; ἐνθυμοῦ δὲ τῶν ἄλλων, ὅσους οἶσθα τοιούτους, οἷοι φαίνονται καὶ λέγοντες ἃ μὴ ἴσασι καὶ πράττοντες, πότερά σοι δοκοῦσιν ἐπὶ τοῖς τοιούτοις ἐπαίνου μᾶλλον ἢ ψόγου τυγχάνειν καὶ πότερον θαυμάζεσθαι μᾶλλον ἢ καταφρονεῖσθαι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme