Thesauros Literature History Cyropaedia

Cyropaedia

Cyropaedia Xenophon

Book 7

2.24 ἀγνοῶν ἄρα ἐμαυτόν, ὅτι σοὶ ἀντιπολεμεῖν ἱκανὸς ᾤμην εἶναι, πρῶτον μὲν ἐκ θεῶν γεγονότι, ἔπειτα δὲ διὰ βασιλέων πεφυκότι, ἔπειτα δʼ ἐκ παιδὸς ἀρετὴν ἀσκοῦντι· τῶν δʼ ἐμῶν προγόνων ἀκούω τὸν πρῶτον βασιλεύσαντα ἅμα τε βασιλέα καὶ ἐλεύθερον γενέσθαι. ταῦτʼ οὖν ἀγνοήσας δικαίως, ἔφη, ἔχω τὴν δίκην.
2.25 ἀλλὰ νῦν δή, ἔφη, ὦ Κῦρε, γιγνώσκω μὲν ἐμαυτόν· σὺ δʼ, ἔφη, ἔτι δοκεῖς ἀληθεύειν τὸν Ἀπόλλω ὡς εὐδαίμων ἔσομαι γιγνώσκων ἐμαυτόν; σὲ δὲ ἐρωτῶ διὰ τοῦτο ὅτι ἄριστʼ ἄν μοι δοκεῖς εἰκάσαι τοῦτο ἐν τῷ παρόντι· καὶ γὰρ δύνασαι ποιῆσαι.
2.26 καὶ ὁ Κῦρος εἶπε· βουλήν μοι δὸς περὶ τούτου, ὦ Κροῖσε· ἐγὼ γάρ σου ἐννοῶν τὴν πρόσθεν εὐδαιμονίαν οἰκτίρω τέ σε καὶ ἀποδίδωμι ἤδη γυναῖκά τε ἔχειν ἣν εἶχες καὶ τὰς θυγατέρας ʽἀκούω γάρ σοι εἶναἰ, καὶ τοὺς φίλους καὶ τοὺς θεράποντας καὶ τράπεζαν σὺν οἵᾳπερ ἐζῆτε· μάχας δέ σοι καὶ πολέμους ἀφαιρῶ.
2.27 μὰ Δία μηδὲν τοίνυν, ἔφη ὁ Κροῖσος, σὺ ἐμοὶ ἔτι βουλεύου ἀποκρίνασθαι περὶ τῆς ἐμῆς εὐδαιμονίας· ἐγὼ γὰρ ἤδη σοι λέγω, ἢν ταῦτά μοι ποιήσῃς ἃ λέγεις, ὅτι ἣν ἄλλοι τε μακαριωτάτην ἐνόμιζον εἶναι βιοτὴν καὶ ἐγὼ συνεγίγνωσκον αὐτοῖς, ταύτην καὶ ἐγὼ νῦν ἔχων διάξω.
2.28 καὶ ὁ Κῦρος εἶπε· τίς δὴ ὁ ἔχων ταύτην τὴν μακαρίαν βιοτήν; ἡ ἐμὴ γυνή, εἶπεν, ὦ Κῦρε· ἐκείνη γὰρ τῶν μὲν ἀγαθῶν καὶ τῶν μαλακῶν καὶ εὐφροσυνῶν πασῶν ἐμοὶ τὸ ἴσον μετεῖχε, φροντίδων δὲ ὅπως ταῦτα ἔσται καὶ πολέμου καὶ μάχης οὐ μετῆν αὐτῇ. οὕτω δὴ καὶ σὺ δοκεῖς ἐμὲ κατασκευάζειν ὥσπερ ἐγὼ ἣν ἐφίλουν μάλιστα ἀνθρώπων, ὥστε τῷ Ἀπόλλωνι ἄλλα μοι δοκῶ χαριστήρια ὀφειλήσειν.
2.29 ἀκούσας δʼ ὁ Κῦρος τοὺς λόγους αὐτοῦ ἐθαύμασε μὲν τὴν εὐθυμίαν, ἦγε δὲ τὸ λοιπὸν ὅποι καὶ αὐτὸς πορεύοιτο, εἴτε ἄρα καὶ χρήσιμόν τι νομίζων αὐτὸν εἶναι εἴτε καὶ ἀσφαλέστερον οὕτως ἡγούμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme