4.47
ἢν οὖν πορεύωνται ἐντεῦθέν ποθεν ἐπὶ τὰ ἀργύρεια, παριέναι αὐτοὺς δεήσει τὴν πόλιν· κἂν μὲν ὦσιν ὀλίγοι, εἰκὸς αὐτοὺς ἀπόλλυσθαι καὶ ὑπὸ ἱππέων καὶ ὑπὸ περιπόλων. πολλῇ γε μὴν δυνάμει πορεύεσθαι ἐξερημοῦντας τὰ ἑαυτῶν χαλεπόν· πολὺ γὰρ ἐγγύτερον ἂν εἴη ταῖς πόλεσιν αὐτῶν τὸ τῶν Ἀθηναίων ἄστυ ἢ αὐτοὶ οἱ πρὸς τοῖς μετάλλοις ὄντες.
4.48
εἰ δὲ καὶ ἔλθοιεν, πῶς ἂν καὶ δύναιντο μένειν μὴ ἔχοντες τὰ ἐπιτήδεια; ἐπισιτίζεσθαί γε μὴν μέρει μὲν κίνδυνος καὶ περὶ τῶν μετιόντων καὶ περὶ ὧν ἀγωνίζονται· πάντες δὲ ἀεὶ μετιόντες πολιορκοῖντʼ ἂν μᾶλλον ἢ πολιορκοῖεν.
4.49
οὐ τοίνυν μόνον ἡ ἀπὸ τῶν ἀνδραπόδων ἀποφορὰ τὴν διατροφὴν τῇ πόλει αὔξοι ἄν, ἀλλὰ πολυανθρωπίας περὶ τὰ μέταλλα ἁθροιζομένης καὶ ἀπʼ ἀγορᾶς τῆς ἐκεῖ καὶ ἀπʼ οἰκιῶν περὶ τἀργύρεια δημοσίων καὶ ἀπὸ καμίνων καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων πρόσοδοι ἂν πολλαὶ γίγνοιντο.
4.50
ἰσχυρῶς γὰρ καὶ αὐτὴ πολυάνθρωπος ἂν γένοιτο πόλις, εἰ οὕτως κατασκευασθείη· καὶ οἵ γε χῶροι οὐδὲν ἂν εἶεν μείονος ἄξιοι τοῖς κεκτημένοις ἐνταῦθα ἢ τοῖς περὶ τὸ ἄστυ.
4.51
πραχθέντων γε μὴν ὧν εἴρηκα ξύμφημὶ ἐγὼ οὐ μόνον ἂν χρήμασιν εὐπορωτέραν τὴν πόλιν εἶναι, ἀλλὰ καὶ εὐπειθεστέραν καὶ εὐτακτοτέραν καὶ εὐπολεμωτέραν γενέσθαι.
4.52
οἵ τε γὰρ ταχθέντες γυμνάζεσθαι πολὺ ἂν ἐπιμελέστερον τοῦτο πράττοιεν ἐν τοῖς γυμνασίοις τὴν τροφὴν ἀπολαμβάνοντες πλείω ἢ ἐν ταῖς λαμπάσι γυμνασιαρχούμενοι· οἵ τε φρουρεῖν ἐν τοῖς φρουρίοις οἵ τε πελτάζειν καὶ περιπολεῖν τὴν χώραν πάντα ταῦτα μᾶλλον ἂν πράττοιεν, ἐφʼ ἑκάστοις τῶν ἔργων τῆς τροφῆς ἀποδιδομένης.
5.1
εἰ δὲ σαφὲς δοκεῖ εἶναι ὡς, εἰ μέλλουσι πᾶσαι αἱ πρόσοδοι ἔκπλεῳ προσιέναι, ὅτι εἰρήνην δεῖ ὑπάρχειν, ἆρʼ οὐκ ἄξιον καὶ εἰρηνοφύλακας καθιστάναι; πολὺ γὰρ ἂν καὶ αὕτη αἱρεθεῖσα ἡ ἀρχὴ προσφιλεστέραν καὶ οἰκειοτέραν εἰσαφικνεῖσθαι πᾶσιν ἀνθρώποις ποιήσειε τὴν πόλιν.