4.2
οὐκοῦν ὅτι μὲν πάνυ πάλαι ἐνεργά ἐστι, πᾶσι σαφές· οὐδεὶς γοῦν οὐδὲ πειρᾶται λέγειν ἀπὸ ποίου χρόνου ἐπεχειρήθη· οὕτω δὲ πάλαι ὀρυττομένης τε καὶ ἐκφορουμένης τῆς ἀργυρίτιδος κατανοήσατε τί μέρος οἱ ἐκβεβλημένοι σωροὶ τῶν αὐτοφυῶν τε καὶ ὑπαργύρων λόφων.
4.3
οὐδὲ μὴν ὁ ἀργυρώδης τόπος εἰς μεῖόν τι συστελλόμενος, ἀλλʼ ἀεὶ ἐπὶ πλέον ἐκτεινόμενος φανερός ἐστιν. ἐν ᾧ γε μὴν χρόνῳ οἱ πλεῖστοι ἄνθρωποι ἐγένοντο ἐν αὐτοῖς, οὐδεὶς πώποτε ἔργου ἠπόρησεν, ἀλλʼ ἀεὶ τὰ ἔργα τῶν ἐργαζομένων περιῆν.
4.4
καὶ νῦν δὲ οἱ κεκτημένοι ἐν τοῖς μετάλλοις ἀνδράποδα οὐδεὶς τοῦ πλήθους ἀφαιρεῖ, ἀλλʼ ἀεὶ προσκτᾶται ὁπόσα ἂν πλεῖστα δύνηται. καὶ γὰρ δὴ ὅταν μὲν ὀλίγοι ὀρύττωσι καὶ ζητῶσιν, ὀλίγα οἶμαι καὶ τὰ χρήματα εὑρίσκεται· ὅταν δὲ πολλοί, πολλαπλασία ἡ ἀργυρῖτις ἀναφαίνεται.
4.5
ὥστε ἐν μόνῳ τούτῳ ὧν ἐγὼ οἶδα ἔργων οὐδὲ φθονεῖ οὐδεὶς τοῖς ἐπικατασκευαζομένοις. ἔτι δὲ οἱ μὲν ἀγροὺς κεκτημένοι πάντες ἔχοιεν ἂν εἰπεῖν ὁπόσα ζεύγη ἀρκεῖ εἰς τὸ χωρίον καὶ ὁπόσοι ἐργάται· ἢν δʼ ἐπὶ πλέον τῶν ἱκανῶν ἐμβάλλῃ τις, ζημίαν λογίζονται· ἐν δὲ τοῖς ἀργυρείοις ἔργοις πάντες δή φασιν ἐνδεῖσθαι ἐργατῶν.
4.6
καὶ γὰρ οὐδʼ ὥσπερ ὅταν πολλοὶ χαλκοτύποι γένωνται, ἀξίων γενομένων τῶν χαλκευτικῶν ἔργων, καταλύονται οἱ χαλκοτύποι, καὶ οἱ σιδηρεῖς γε ὡσαύτως· καὶ ὅταν γε πολὺς σῖτος καὶ οἶνος γένηται, ἀξίων ὄντων τῶν καρπῶν, ἀλυσιτελεῖς αἱ γεωργίαι γίγνονται, ὥστε πολλοὶ ἀφέμενοι τοῦ τὴν γῆν ἐργάζεσθαι ἐπʼ ἐμπορίας καὶ καπηλείας καὶ τοκισμοὺς τρέπονται· ἀργυρῖτις δὲ ὅσῳ ἂν πλείων φαίνηται καὶ ἀργύριον πλέον γίγνηται, τοσούτῳ πλείονες ἐπὶ τὸ ἔργον τοῦτο ἔρχονται.
4.7
καὶ γὰρ δὴ ἔπιπλα μέν, ἐπειδὰν ἱκανά τις κτήσηται τῇ οἰκίᾳ, οὐ μάλα ἔτι προσωνοῦνται· ἀργύριον δὲ οὐδείς πω οὕτω πολὺ ἐκτήσατο ὥστε μηκέτι προσδεῖσθαι· ἀλλʼ ἤν τισι γένηται παμπληθές, τὸ περιττεῦον κατορύττοντες οὐδὲν ἧττον ἥδονται ἢ χρώμενοι αὐτῷ.