Thesauros Literature History On the Cavalry Commander

On the Cavalry Commander

On the Cavalry Commander Xenophon
4.18 δυνατὸν δὲ προσέχοντι τὸν νοῦν ταῦτα καταμανθάνειν, ἐπεὶ καὶ τὰ βραχυγνωμονέστερα ἀνθρώπου θηρία, οἵ τε ἴκτινοι δύνανται ὃ ἂν ἀφύλακτον ᾖ ἀφαρπάσαντες εἰς τὸ ἀσφαλὲς ἀποχωρεῖν πρὶν ληφθῆναι, καὶ οἱ λύκοι δὲ τά τε ἐρημούμενα φυλακῆς ἀγρεύουσι καὶ τὰ ἐν τοῖς δυσοράτοις κλέπτουσι,
4.19 κἂν μεταθέων γέ τις ἐπιγίγνηται κύων, ἢν μὲν ἥττων ᾖ, τούτῳ ἐπιτίθεται, ἢν δὲ κρείττων, ἀποσπάσας ὅ τι ἂν ἔχῃ ἀποχωρεῖ. ὅταν δέ γε φυλακῆς καταφρονήσωσι λύκοι, τάξαντες ἑαυτῶν τοὺς μὲν ἀπελάσαι τὴν φυλακήν, τοὺς δὲ ἁρπάζειν, οὕτω τὰ ἐπιτήδεια πορίζονται.
4.20 θηρίων γε μὴν δυναμένων τὰ τοιαῦτα φρονίμως λῄζεσθαι, πῶς οὐκ ἄνθρωπόν γε ὄντα εἰκὸς σοφώτερον τούτων φαίνεσθαι ἃ καὶ αὐτὰ τέχνῃ ὑπʼ ἀνθρώπου ἁλίσκεται;
5.1 κἀκεῖνό γε μὴν εἰδέναι ἱππικοῦ ἀνδρός, ἐκ πόσου ἂν ἵππος πεζὸν ἕλοι καὶ ἐξ ὁπόσου βραδεῖς ἵπποι ταχεῖς ἂν ἀποφύγοιεν. ἱππαρχικὸν δὲ καὶ χωρία γιγνώσκειν ἔνθα πεζοὶ κρείττους ἱππέων καὶ ἔνθα πεζῶν κρείττους ἱππῆς.
5.2 χρὴ δὲ μηχανητικὸν εἶναι καὶ τοῦ πολλοὺς μὲν φαίνεσθαι τοὺς ὀλίγους ἱππέας, πάλιν δʼ ὀλίγους τοὺς πολλούς, καὶ τοῦ δοκεῖν παρόντα μὲν ἀπεῖναι, ἀπόντα δὲ παρεῖναι, καὶ τοῦ μὴ τὰ τῶν πολεμίων μόνον κλέπτειν ἐπίστασθαι, ἀλλὰ καὶ τοὺς ἑαυτοῦ ἱππέας ἅμα κλέπτοντα ἐξ ἀπροσδοκήτου τοῖς πολεμίοις ἐπιτίθεσθαι.
5.3 ἀγαθὸν δὲ μηχάνημα καὶ τὸ δύνασθαι, ὅταν μὲν τὰ ἑαυτοῦ ἀσθενῶς ἔχῃ, φόβον παρασκευάζειν τοῖς πολεμίοις ὡς μὴ ἐπίθωνται, ὅταν δʼ ἐρρωμένως, θάρσος αὐτοῖς ἐμποιεῖν ὡς ἐγχειρῶσιν. οὕτω γὰρ αὐτὸς μὲν ἂν ἥκιστα κακῶς πάσχοις, τοὺς δὲ πολεμίους μάλιστʼ ἂν ἁμαρτάνοντας λαμβάνοις.
5.4 ὅπως δὲ μὴ προστάττειν δοκῶ ἀδύνατα, γράψω καὶ ὡς ἂν γίγνοιτο τὰ δοκοῦντα αὐτῶν χαλεπώτατα εἶναι. τὸ μὲν τοίνυν μὴ σφάλλεσθαι ἐγχειροῦντα διώκειν ἢ ἀποχωρεῖν ἐμπειρία ποιεῖ ἵππων δυνάμεως. πῶς δʼ ἂν ἐμπείρως ἔχοις; εἰ προσέχοις τὸν νοῦν ἐν ταῖς μετὰ φιλίας ἀνθιππασίαις οἷοι ἀποβαίνουσιν ἐκ τῶν διώξεων τε καὶ φυγῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme