Thesauros Literature History On Hunting

On Hunting

On Hunting Xenophon
5.27 ἅμα δὲ τούτοις καὶ ἐν ὕπνῳ ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁρᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῷ πολὺ συμβάλλεται· ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι ὅ τι ἐστί.
5.28 καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται, ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων.
5.29 εἰ δʼ ἔφευγεν ὀρθόν, ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον· νῦν δὲ περιβάλλων καὶ ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται. κατὰ πόδας δὲ οὐ πολλάκις ὑπὸ τῶν κυνῶν διὰ τὸ τάχος κρατεῖται· ὅσοι δὲ ἁλίσκονται, παρὰ φύσιν τοῦ σώματος, τύχῃ δὲ χρώμενοι· οὐδὲν γὰρ τῶν ὄντων ἰσομέγεθες τούτῳ ὅμοιόν ἐστι πρὸς ἁρμόν. σύγκειται γὰρ ἐκ τοιούτων τὸ σῶμα.
5.30 ἔχει γὰρ κεφαλὴν κούφην, μικράν, κατωφερῆ, στενὴν ἐκ τοῦ πρόσθεν, ὦτα ὑψηλά, τράχηλον λεπτόν, περιφερῆ, οὐ σκληρόν, μῆκος ἱκανόν, ὠμοπλάτας ὀρθάς, ἀσυνδέτους ἄνωθεν, σκέλη τὰ ἐπʼ αὐτῶν ἐλαφρά, σύγκωλα, στῆθος οὐ βαρύτονον, πλευρὰς ἐλαφράς, συμμέτρους, ὀσφῦν περιφερῆ, κωλῆν σαρκώδη, λαγόνας ὑγράς, λαπαρὰς ἱκανῶς, ἰσχία στρογγύλα, πλήρη κύκλῳ, ἄνωθεν δὲ ὡς χρὴ διεστῶτα, μηροὺς μικρούς, εὐπαγεῖς, ἔξωθεν μῦς ἐπιτεταμένους, ἔνδοθεν δὲ οὐκ ὀγκώδεις, ὑποκώλια μακρά, στιφρά, πόδας τοὺς πρόσθεν ἄκρως ὑγρούς, στενούς, ὀρθούς, τοὺς δὲ ὄπισθεν στερεούς, πλατεῖς, πάντας δὲ οὐδενὸς τραχέος φροντίζοντας, σκέλη τὰ ὄπισθεν μείζω πολὺ τῶν ἔμπροσθεν καὶ ἐγκεκλιμένα μικρὸν ἔξω, τρίχωμα βραχύ, κοῦφον.
5.31 ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται, πηδᾷ—βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδʼ ὄψεται—τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme