6.19
καὶ ἐὰν μὲν ἑαλωκὼς ᾖ ἐν τῷ πρώτῳ δρόμῳ, ἀνακαλεσάμενον τὰς κύνας ζητεῖν ἄλλον· ἐὰν δὲ μή, κυνοδρομεῖν ὡς τάχιστα καὶ μὴ ἀνιέναι, ἀλλʼ ἐκπερᾶν φιλοπόνως. καὶ ἐὰν πάλιν ἀπαντῶσι διώκουσαι αὐτόν, ἀναβοᾶν Εὖ γε, εὖ γε ὦ κύνες, ἕπεσθε ὦ κύνες· ἐὰν δὲ πολὺ προειληφυῖαι ὦσι καὶ μὴ οἷός τʼ ᾖ κυνοδρομῶν ἐπιγίγνεσθαι αὐταῖς, ἀλλὰ διημαρτηκὼς ᾖ τῶν δρόμων, ἢ καὶ πλησίον που φοιτώσας ἢ ἐπιστάσας ἢ ἐχομένας τῶν ἰχνῶν μὴ δύνηται ἰδεῖν, πυνθάνεσθαι παραθέοντα ἅμα ὅτῳ ἂν προσπελάζῃ ἀναβοῶντα Ἦ κατεῖδες ὠὴ τὰς κύνας;
6.20
ἐπειδὰν δὲ πύθηται ἤδη, ἐὰν μὲν ἐν τῷ ἴχνει ὦσι, προσστάντα ἐγκελεύειν, τοὔνομα μεταβάλλοντα ἑκάστης τῆς κυνός, ὁποσαχῇ οἷόν τʼ ἂν ᾖ τοὺς τόνους τῆς φωνῆς ποιούμενον, ὀξύ, βαρύ, μικρόν, μέγα· πρὸς δὲ τοῖς ἄλλοις κελεύσμασιν, ἐὰν ὦσιν ἐν ὄρει αἱ μεταδρομαί, ἐπικελεύειν τόδε, Εὖα κύνες, εὖʼ ὦ κύνες. ἐὰν δὲ μὴ πρὸς αὐτοῖς ὦσι τοῖς ἴχνεσιν, ἀλλʼ ὑπερβάλλωσι, καλεῖν αὐτάς, οὐ πάλιν, οὐ πάλιν ὦ κύνες;
6.21
ἐπειδὰν δὲ προσσχῶσι τοῖς ἴχνεσι, περιάγειν αὐτὰς κύκλους πολλοὺς ποιούμενον· ὅπου δʼ ἂν ᾖ αὐταῖς ἀμαυρὸν τὸ ἴχνος, σημεῖον θέσθαι στοῖχον ἑαυτῷ, καὶ ἀπὸ τούτου συνείρειν μέχρι ἂν σαφῶς γνωρίσωσιν ἐγκελεύοντα καὶ θωπεύοντα.
6.22
αἱ δʼ ἐπειδὰν λαμπρὰ ᾖ τὰ ἴχνη ἐπιρριπτοῦσαι, παραπηδῶσαι, κοινωνοῦσαι, ὑπολαμβάνουσαι, ἐνσημαινόμεναι, ὅρους τιθέμεναι ἑαυταῖς γνωρίμους ταχὺ μεταθεύσονται· ὅταν δὲ οὕτω διὰ τοῦ ἴχνους πυκνῶς διᾴττωσι, μὴ κατέχοντα κυνοδρομεῖν, ἵνα μὴ ὑπὸ φιλοτιμίας ὑπερβάλλωσι τὰ ἴχνη.
6.23
ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι καὶ τοῦτο ἐπιδεικνύωνται σαφῶς τῷ κυνηγέτῃ, προσέχειν, ὅπως ἂν μὴ ὑποκινῇ εἰς τὸ πρόσθεν πεφοβημένος τὰς κύνας· αἱ δὲ διαρριπτοῦσαι τὰς οὐρὰς καὶ ἑαυταῖς ἐμπίπτουσαι καὶ πολλὰ ὑπερπηδῶσαι καὶ ἐπανακλαγγάνουσαι, ἐπαναίρουσαι τὰς κεφαλάς, εἰσβλέπουσαι εἰς τὸν κυνηγέτην, ἐπιγνωρίζουσαι ἀληθῆ ἤδη εἶναι ταῦτα, ὑφʼ αὑτῶν ἀναστήσουσι τὸν λαγῶ καὶ ἐπίασι κεκλαγγυῖαι.
6.24
ἐὰν δὲ εἰς τὰς ἄρκυς ἐμπίπτῃ ἢ ἐντὸς ἢ ἔξω παρενεχθῇ, καθʼ ἓν ἕκαστον τούτων ὁ ἀρκυωρὸς γεγωνείτω. καὶ ἐὰν μὲν ᾖ ἑαλωκώς, ἕτερον ἐπιζητεῖν· ἐὰν δὲ μή, μεταθεῖν χρώμενον τοῖς αὐτοῖς ἐγκελεύσμασιν.