Thesauros Literature History On Hunting

On Hunting

On Hunting Xenophon
10.2 αἱ δὲ ἄρκυς λίνων μὲν τῶν αὐτῶν ὧνπερ αἱ τῶν λαγῶν, ἔστωσαν δὲ πεντεκαιτετταρακοντάλινοι ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ πεντεκαίδεκα λίνων, ἀπὸ δὲ τοῦ κορυφαίου τὸ μέγεθος δεχάμματοι, τὸ δὲ βάθος τῶν βρόχων πυγόνος· οἱ δὲ περίδρομοι ἡμιόλιοι τοῦ τῶν ἀρκύων πάχους· ἐπʼ ἄκροις δὲ δακτυλίους ἐχέτωσαν, ὑφείσθωσαν δʼ ὑπὸ τοὺς βρόχους, τὸ δὲ ἄκρον αὐτῶν ἐκπεράτω ἔξω διὰ τῶν δακτυλίων· ἱκανὰ δὲ πεντεκαίδεκα.
10.3 τὰ δʼ ἀκόντια ἔστω παντοδαπά, ἔχοντα τὰς λόγχας εὐπλατεῖς καὶ ξυρήκεις, ῥάβδους δὲ στιφράς. τὰ δὲ προβόλια πρῶτον μὲν λόγχας ἔχοντα τὸ μὲν μέγεθος πεντεπαλάστους, κατὰ δὲ μέσον τὸν αὐλὸν κνώδοντας ἀποκεχαλκευμένους, στιφρούς, καὶ τὰς ῥάβδους κρανείας δορατοπαχεῖς. αἱ δὲ ποδοστράβαι ὅμοιαι ταῖς τῶν ἐλάφων. συγκυνηγέται δʼ ἔστωσαν· τὸ γὰρ θηρίον μόλις καὶ ὑπὸ πολλῶν ἁλίσκεται. ὅπως δὲ δεῖ τούτων ἑκάστῳ πρὸς θήραν χρῆσθαι διδάξω.
10.4 πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται εἶναι ὑπάγειν τὸ κυνηγέσιον, λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν, τὰς δʼ ἄλλας ἔχοντας δεδεμένας, συμπεριιέναι τῇ κυνί.
10.5 ἐπειδὰν δὲ λάβῃ αὐτοῦ τὰ ἴχνη, ἕπεσθαι ἑξῆς τῇ ἰχνεύσει ἡγουμένῃ τοὺς ἀκολουθοῦντας σαφῶς. ἔσται δὲ καὶ τοῖς κυνηγέταις πολλὰ δῆλα αὐτοῦ, ἐν μὲν τοῖς μαλακοῖς τῶν χωρίων τὰ ἴχνη, ἐν δὲ τοῖς λασίοις τῆς ὕλης κλάσματα· ὅπου δʼ ἂν δένδρα ᾖ, πληγαὶ τῶν ὀδόντων.
10.6 ἡ δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται ἐπὶ τόπον ὑλώδη ἰχνεύουσα. κατακλίνεται γὰρ τὸ θηρίον ὡς ἐπὶ τὸ πολὺ εἰς τοιαῦτα· τοῦ μὲν γὰρ χειμῶνός ἐστιν ἀλεεινά, τοῦ δὲ θέρους ψυχεινά. ἐπειδὰν δʼ ἀφίκηται ἐπὶ τὴν εὐνήν, ὑλακτεῖ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme