10.11
ἐὰν δὲ μὴ βούληται ἀκοντιζόμενος καὶ βαλλόμενος κατατεῖναι τὸν περίδρομον, ἀλλʼ ἐπανιεὶς ἔχῃ προσιόντα περιδρομὴν ποιούμενος, ἀνάγκη, ὅταν οὕτως ἔχῃ, λαβόντα τὸ προβόλιον προσιέναι, ἔχεσθαι δʼ αὐτοῦ τῇ μὲν χειρὶ τῇ ἀριστερᾷ πρόσθεν, τῇ δʼ ἑτέρᾳ ὄπισθεν· κατορθοῖ γὰρ ἡ μὲν ἀριστερὰ αὐτό, ἡ δὲ δεξιὰ ἐπεμβάλλει· ἔμπροσθεν δὲ ὁ ποὺς ὁ μὲν ἀριστερὸς ἑπέσθω τῇ χειρὶ τῇ ὁμωνύμῳ, ὁ δὲ δεξιὸς τῇ ἑτέρᾳ.
10.12
προσιόντα δὲ προβάλλεσθαι τὸ προβόλιον, μὴ πολλῷ μείζω διαβάντα ἢ ἐν πάλῃ, ἐπιστρέφοντα τὰς πλευρὰς τὰς εὐωνύμους ἐπὶ τὴν χεῖρα τὴν εὐώνυμον, εἶτα εἰσβλέποντα εἰς τὸ ὄμμα τοῦ θηρίου ἐνθυμούμενον τὴν κίνησιν τὴν ἀπὸ τῆς κεφαλῆς τῆς ἐκείνου. προσφέρειν δὲ τὸ προβόλιον φυλαττόμενον μὴ ἐκκρούσῃ ἐκ τῶν χειρῶν τῇ κεφαλῇ ἐκνεύσας· τῇ γὰρ ῥύμῃ τῆς ἐκκρούσεως ἕπεται.
10.13
παθόντα δὲ τοῦτο πίπτειν δεῖ ἐπὶ στόμα καὶ ἔχεσθαι τῆς ὕλης κάτωθεν· τὸ γὰρ θηρίον ἐὰν μὲν οὕτως ἔχοντι προσπέσῃ, διὰ τὴν σιμότητα τῶν ὀδόντων τὸ σῶμα οὐ δύναται ὑπολαβεῖν· ἐὰν δὲ μετεώρῳ, ἀνάγκη πληγῆναι. πειρᾶται μὲν οὖν μετεωρίζειν· ἐὰν δὲ μὴ δύνηται, ἀμφιβὰς πατεῖ.
10.14
ἀπαλλαγὴ δὲ τούτων μία ἐστὶ μόνη, ὅταν ἐν τῇ ἀνάγκῃ ταύτῃ ἔχηται, προσελθόντα ἐγγὺς τῶν συγκυνηγετῶν ἕνα ἔχοντα προβόλιον ἐρεθίζειν ὡς ἀφήσοντα· ἀφιέναι δὲ οὐ χρή, μὴ τύχῃ τοῦ πεπτωκότος.
10.15
ὅταν δὲ ἴδῃ τοῦτο, καταλιπὼν ὃν ἂν ἔχῃ ὑφʼ αὑτῷ ἐπὶ τὸν ἐρεθίζοντα ὑπʼ ὀργῆς καὶ θυμοῦ ἐπιστρέψει. τὸν δὲ ταχὺ ἀναπηδᾶν, τὸ δὲ προβόλιον μεμνῆσθαι ἔχοντα ἀνίστασθαι· οὐ γὰρ καλὴ ἡ σωτηρία ἄλλως ἢ κρατήσαντι.
10.16
προσφέρειν δὲ πάλιν τὸν αὐτὸν τρόπον καὶ προτεῖναι ἐντὸς τῆς ὠμοπλάτης ᾗ ἡ σφαγή, καὶ ἀντερείσαντα ἔχειν ἐρρωμένως· ὁ δʼ ὑπὸ τοῦ μένους πρόσεισι, καὶ εἰ μὴ κωλύοιεν οἱ κνώδοντες τῆς λόγχης, ἀφίκοιτʼ ἂν διὰ τῆς ῥάβδου προωθῶν αὑτὸν πρὸς τὸν τὸ προβόλιον ἔχοντα.
10.17
οὕτω δὲ πολλὴ ἡ δύναμίς ἐστιν αὐτοῦ ὥστε καὶ ἃ οὐκ ἂν οἴοιτό τις πρόσεστιν αὐτῷ· τεθνεῶτος γὰρ εὐθὺς ἐάν τις ἐπὶ τὸν ὀδόντα ἐπιθῇ τρίχας, συντρέχουσιν· οὕτως εἰσὶ θερμοί· ζῶντι δὲ διάπυροι, ὅταν ἐρεθίζηται· οὐ γὰρ ἂν τῶν κυνῶν ἁμαρτάνων τῇ πληγῇ τοῦ σώματος ἄκρα τὰ τριχώματα περιεπίμπρη.