Thesauros Literature History On Hunting

On Hunting

On Hunting Xenophon
12.13 εἶτα ἐκ μὲν τῶν ματαίων λόγων ἔχθρας ἀναιροῦνται, ἐκ δὲ τῶν κακῶν ἔργων νόσους καὶ ζημίας καὶ θανάτους καὶ αὐτῶν καὶ παίδων καὶ φίλων, ἀναισθήτως μὲν τῶν κακῶν ἔχοντες, τῶν δὲ ἡδονῶν πλέον τῶν ἄλλων αἰσθανόμενοι, οἷς τίς ἂν χρήσαιτο εἰς πόλεως σωτηρίαν;
12.14 τούτων μέντοι τῶν κακῶν οὐδεὶς ὅστις οὐκ ἀφέξεται ἐρασθεὶς ὧν ἐγὼ παραινῶ· παίδευσις γὰρ καλὴ διδάσκει χρῆσθαι νόμοις καὶ λέγειν περὶ τῶν δικαίων καὶ ἀκούειν.
12.15 οἱ μὲν οὖν παρασχόντες αὑτοὺς ἐπὶ τὸ ἀεί τι μοχθεῖν τε καὶ διδάσκεσθαι ἑαυτοῖς μὲν μαθήσεις καὶ μελέτας ἐπιπόνους ἔχουσι, σωτηρίαν δὲ ταῖς ἑαυτῶν πόλεσιν· οἱ δὲ μὴ θέλοντες διὰ τὸ ἐπίπονον διδάσκεσθαι, ἀλλὰ ἐν ἡδοναῖς ἀκαίροις διάγειν, φύσει οὗτοι κάκιστοι.
12.16 οὔτε γὰρ νόμοις οὔτε λόγοις ἀγαθοῖς πείθονται· οὐ γὰρ εὑρίσκουσι διὰ τὸ μὴ πονεῖν οἷον χρὴ τὸν ἀγαθὸν εἶναι· ὥστε οὔτε θεοσεβεῖς δύνανται εἶναι οὔτε σοφοί· τῷ δὲ ἀπαιδεύτῳ χρώμενοι πολλὰ ἐπιτιμῶσι τοῖς πεπαιδευμένοις.
12.17 διὰ μὲν οὖν τούτων οὐδὲν ἂν καλῶς ἔχοι· διὰ δὲ τῶν πονούντων ἅπασαι αἱ ὠφέλειαι τοῖς ἀνθρώποις ηὕρηνται· ἀμείνους οὖν οἱ θέλοντες πονεῖν.
12.18 καὶ τοῦτο ἐπιδέδεικται μεγάλῳ παραδείγματι· τῶν γὰρ παλαιοτέρων οἱ παρὰ Χείρωνι ὧν ἐπεμνήσθην νέοι ὄντες ἀρξάμενοι ἀπὸ τῶν κυνηγεσίων πολλὰ καὶ καλὰ ἔμαθον· ἐξ ὧν ἐγένετο αὐτοῖς μεγάλη ἀρετή, διʼ ἣν καὶ νῦν θαυμάζονται· ἧς ὅτι μὲν ἐρῶσιν ἅπαντες εὔδηλον, ὅτι δὲ διὰ πόνων ἔστι τυχεῖν αὐτῆς, οἱ πολλοὶ ἀφίστανται.
12.19 τὸ μὲν γὰρ κατεργάσασθαι αὐτὴν ἄδηλον, οἱ δὲ πόνοι οἱ ἐν αὐτῇ ἐνόντες φανεροί. ἴσως μὲν οὖν, εἰ ἦν τὸ σῶμα αὐτῆς δῆλον, ἧττον ἂν ἠμέλουν οἱ ἄνθρωποι ἀρετῆς, εἰδότες ὅτι ὥσπερ αὐτοῖς ἐκείνη ἐμφανής ἐστιν, οὕτω καὶ αὐτοὶ ὑπʼ ἐκείνης ὁρῶνται.
12.20 ὅταν μὲν γάρ τις ὁρᾶται ὑπὸ τοῦ ἐρωμένου, ἅπας ἑαυτοῦ ἐστι βελτίων καὶ οὔτε λέγει οὔτε ποιεῖ αἰσχρὰ οὐδὲ κακά, ἵνα μὴ ὀφθῇ ὑπʼ ἐκείνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme