Thesauros Literature History On Hunting

On Hunting

On Hunting Xenophon
13.8 οἱ σοφισταὶ δʼ ἐπὶ τῷ ἐξαπατᾶν λέγουσι καὶ γράφουσιν ἐπὶ τῷ ἑαυτῶν κέρδει, καὶ οὐδένα οὐδὲν ὠφελοῦσιν· οὐδὲ γὰρ σοφὸς αὐτῶν ἐγένετο οὐδεὶς οὐδʼ ἔστιν, ἀλλὰ καὶ ἀρκεῖ ἑκάστῳ σοφιστὴν κληθῆναι, ὅ ἐστιν ὄνειδος παρά γε εὖ φρονοῦσι.
13.9 τὰ μὲν οὖν τῶν σοφιστῶν παραγγέλματα παραινῶ φυλάττεσθαι, τὰ δὲ τῶν φιλοσόφων ἐνθυμήματα μὴ ἀτιμάζειν· οἱ μὲν γὰρ σοφισταὶ πλουσίους καὶ νέους θηρῶνται, οἱ δὲ φιλόσοφοι πᾶσι κοινοὶ καὶ φίλοι· τύχας δὲ ἀνδρῶν οὔτε τιμῶσιν οὔτε ἀτιμάζουσι.
13.10 μὴ ζηλοῦν δὲ μηδὲ τοὺς ἐπὶ τὰς πλεονεξίας εἰκῇ ἰόντας, μήτʼ ἐπὶ τὰς ἰδίας μήτʼ ἐπὶ τὰς δημοσίας, ἐνθυμηθέντα ὅτι οἱ μὲν ἄριστοι αὐτῶν γιγνώσκονται μὲν ἐπὶ τὰ βελτίω ἐπίπονοι δέ εἰσιν, οἱ δὲ κακοὶ πάσχουσί τε κακῶς καὶ γιγνώσκονται ἐπὶ τὰ χείρω.
13.11 τάς τε γὰρ τῶν ἰδιωτῶν οὐσίας ἀφαιρούμενοι καὶ τὰ τῆς πόλεως εἰς τὰς κοινὰς σωτηρίας ἀνωφελέστεροί εἰσι τῶν ἰδιωτῶν, τά τε σώματα πρὸς τὸν πόλεμον κάκιστα καὶ αἴσχιστα ἔχουσι πονεῖν οὐ δυνάμενοι. οἱ δὲ κυνηγέται εἰς τὸ κοινὸν τοῖς πολίταις καὶ τὰ σώματα καὶ τὰ κτήματα καλῶς ἔχοντα παρέχουσιν.
13.12 ἔρχονται δὲ οἱ μὲν ἐπὶ τὰ θηρία, οἱ δʼ ἐπὶ τοὺς φίλους. εἶθʼ οἱ μὲν ἐπὶ τοὺς φίλους ἰόντες δύσκλειαν ἔχουσι παρὰ πᾶσιν, οἱ δὲ κυνηγέται ἐπὶ τὰ θηρία ἰόντες εὔκλειαν· ἑλόντες μὲν γὰρ πολέμια νικῶσι, μὴ ἑλόντες δὲ πρῶτον μὲν ὅτι πάσης τῆς πόλεως ἐχθροῖς ἐπιχειροῦσιν ἔπαινον ἔχουσιν, ἔπειτα ὅτι οὔτʼ ἐπʼ ἀνδρὸς βλάβῃ οὔτε φιλοκερδείᾳ ἔρχονται.
13.13 ἔπειτα ἐξ αὐτοῦ τοῦ ἐπιχειρήματος βελτίους γίγνονται πρὸς πολλὰ καὶ σοφώτεροι διʼ οὗ διδάξομεν. ἐὰν γὰρ μὴ πόνοις καὶ ἐνθυμήμασι καὶ ἐπιμελείαις πολλαῖς ὑπερβάλλωνται, οὐκ ἂν ἕλοιεν ἄγρας.
13.14 τὰ γὰρ ἀντίπαλα αὐτῶν ὑπὲρ τῆς ψυχῆς ἀγωνιζόμενα καὶ ἐν τῇ αὑτῶν οἰκήσει ἐν ἰσχύι πολλῇ ἐστιν· ὥστε τῷ κυνηγέτῃ μάτην οἱ πόνοι γίγνονται, ἐὰν μὴ μείζονι φιλοπονίᾳ καὶ πολλῇ συνέσει κρατήσῃ αὐτῶν.
13.15 οἱ μὲν οὖν κατὰ πόλιν βουλόμενοι πλεονεκτεῖν μελετῶσι νικᾶν φίλους, οἱ δὲ κυνηγέται κοινοὺς ἐχθρούς· καὶ τοὺς μὲν ἡ μελέτη αὕτη ποιεῖ πρὸς τοὺς ἄλλους πολεμίους ἀμείνους, τοὺς δὲ πολὺ χείρους· καὶ τοῖς μὲν ἡ ἄγρα μετὰ σωφροσύνης, τοῖς δὲ μετὰ αἰσχροῦ θράσους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme