Thesauros Literature History On Hunting

On Hunting

On Hunting Xenophon
3.4 εἰσὶ δὲ καὶ τῆς ἰχνεύσεως πολλοὶ τρόποι ἐκ τῶν αὐτῶν κυνῶν· αἱ μὲν γὰρ ἐπειδὰν λάβωσι τὰ ἴχνη, πορεύονται ἀσήμως ὥστε μὴ γιγνώσκεσθαι ὅτι ἰχνεύουσιν, αἱ δὲ τὰ ὦτα μόνον διακινοῦσι, τὴν δὲ οὐρὰν ἡσυχῇ ἔχουσιν, αἱ δὲ τὰ ὦτα μὲν ἀκίνητα ἔχουσιν, ἄκραν δὲ τὴν οὐρὰν σείουσιν.
3.5 ἄλλαι δὲ συνάγουσι τὰ ὦτα καὶ ἐπισκυθρωπάσασαι διὰ τοῦ ἴχνους, σχάσασαι τὴν οὐρὰν καὶ φράξασαι διατρέχουσι· πολλαὶ δὲ τούτων μὲν οὐδὲν ποιοῦσι, μανικῶς δὲ περιφερόμεναι ὑλακτοῦσι περὶ τὰ ἴχνη, ὅτε δὲ εἰσπίπτουσιν εἰς αὐτά, ἀφρόνως καταπατοῦσαι τὰς αἰσθήσεις.
3.6 εἰσὶ δὲ αἳ κύκλοις πολλοῖς χρώμεναι καὶ πλάνοις, ὑπολαμβάνουσαι ἐκ τοῦ πρόσω τὰ ἴχνη παραλείπουσι τὸν λαγῶ, ὁσάκις δʼ ἐπιτρέχουσι τὰ ἴχνη, εἰκάζουσι, προορώμεναι δὲ τὸν λαγῶ τρέμουσι καὶ οὐκ ἐπέρχονται πρὶν ἂν ἴδωσιν ὑποκινοῦντα.
3.7 ὅσαι δὲ τὰ τῶν ἄλλων κυνῶν εὑρήματα ἐν ταῖς ἰχνείαις καὶ μεταδρομαῖς προθέουσαι θαμινὰ σκοποῦσιν, ἑαυταῖς ἀπίστως ἔχουσι· θρασεῖαι δʼ αἳ οὐκ ἐῶσι τῶν συνεργῶν τὰς σοφωτέρας εἰς τὸ πρόσθεν προιέναι, ἀλλʼ ἀνείργουσι θορυβοῦσαι· αἱ δὲ ἀσπαζόμεναι τὰ ψευδῆ καὶ ὑπερλαμπρυνόμεναι ἐφʼ ὅτῳ ἂν τύχωσι προάγουσι συνειδυῖαι ἑαυταῖς ὅτι ἐξαπατῶσιν· αἱ δʼ οὐκ εἰδυῖαι τὸ αὐτὸ ποιοῦσι ταύταις· φαῦλαι δὲ αἳ οὐκ ἀπαλλαττόμεναι ἐκ τῶν τριμμῶν τὰ ὀρθὰ οὐ γιγνώσκουσιν.
3.8 ὅσαι δὲ τῶν κυνῶν τὰ ἴχνη τὰ μὲν εὐναῖα ἀγνοοῦσι, τὰ δὲ δρομαῖα ταχὺ διατρέχουσιν, οὐκ εἰσὶ γνήσιαι· διώκουσι δὲ αἱ μὲν ἀρχόμεναι σφόδρα, διὰ δὲ μαλακίαν ἀνιᾶσιν, αἱ δὲ ὑποθέουσιν, εἶτα ἁμαρτάνουσιν, ἕτεραι δὲ ἀνοήτως ἐμπίπτουσαι εἰς τὰς ὁδοὺς ἁμαρτάνουσι, τὸ ἀνήκουστον πολὺ ἔχουσαι.
3.9 πολλαὶ δὲ τὰ διώγματα ἀφιεῖσαι ἐπανέρχονται διὰ τὸ μισόθηρον, πολλαὶ δὲ διὰ τὸ φιλάνθρωπον· αἱ δʼ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι ἐξαπατᾶν πειρῶνται, ἀληθῆ τὰ ψευδῆ ποιούμεναι.
3.10 εἰσὶ δὲ αἳ τοῦτο μὲν οὐ ποιοῦσι, μεταξὺ δὲ θέουσαι ἄν ποθεν ἀκούσωσι κραυγῆς, καταλείπουσαι τὰ αὑτῶν ἔργα ἀπρονοήτως ἐπὶ τοῦτο φέρονται· μεταθέουσι δὲ αἱ μὲν ἀσαφῶς, αἱ δὲ πολὺ ὑπολαμβάνουσαι, δοξάζουσαι δὲ ἑτέρως· αἱ δὲ πεπλασμένως, φθονερῶς δὲ ἄλλαι ἐκκυνοῦσι παρὰ τὸ ἴχνος διὰ τέλους συμπεριφερόμεναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme