Thesauros Literature History On Hunting

On Hunting

On Hunting Xenophon
3.11 τὰ μὲν οὖν πλεῖστα τούτων φύσει ἔχουσι, τὰ δὲ ἠγμέναι ἀνεπιστημόνως δύσχρηστοί εἰσιν· αἱ τοιαῦται μὲν οὖν κύνες ἀποτρέψειαν ἂν τοὺς ἐπιθυμοῦντας κυνηγεσίων. οἵας δὲ δεῖ εἶναι τοῦ αὐτοῦ γένους τά τε εἴδη καὶ τὰ ἄλλα φράσω.
4.1 πρῶτον μὲν οὖν χρὴ εἶναι μεγάλας, εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς, σιμάς, ἀρθρώδεις, ἰνώδη τὰ κάτωθεν τῶν μετώπων, ὄμματα μετέωρα, μέλανα, λαμπρά, μέτωπα πλατέα, τὰς διακρίσεις βαθείας, ὦτα μικρά, λεπτά, ψιλὰ ὄπισθεν, τραχήλους μακρούς, ὑγρούς, περιφερεῖς, στήθη πλατέα, μὴ ἄσαρκα ἀπὸ τῶν ὤμων, τὰς ὠμοπλάτας διεστώσας μικρόν, σκέλη τὰ πρόσθια μικρά, ὀρθά, στρογγύλα, στιφρά, ὀρθοὺς τοὺς ἀγκῶνας, πλευρὰς μὴ ἐπὶ γῆν βαθείας, ἀλλʼ εἰς τὸ πλάγιον παρηκούσας, ὀσφῦς σαρκώδεις, τὰ μεγέθη μεταξὺ μακρῶν καὶ βραχειῶν, μήτε ὑγρὰς λίαν μήτε σκληράς, λαγόνας μεταξὺ μεγάλων καὶ μικρῶν, ἰσχία στρογγύλα, ὄπισθεν σαρκώδη, ἄνωθεν δὲ μὴ συνδεδεμένα, ἔνδοθεν δὲ προσεσταλμένα, τὰ κάτωθεν τῶν κενεώνων λαγαρὰ καὶ αὐτοὺς τοὺς κενεῶνας, οὐρὰς μακράς, ὀρθάς, λιγυράς, μηριαίας μὴ σκληράς, ὑποκώλια μακρά, περιφερῆ, εὐπαγῆ, σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν ἔμπροσθεν καὶ ἐπίρρικνα, πόδας περιφερεῖς.
4.2 καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες, ἔσονται ἰσχυραὶ τὰ εἴδη, ἐλαφραί, σύμμετροι, ποδώκεις, καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι.
4.3 ἰχνευέτωσαν δὲ ἐκ τῶν τριμμῶν ταχὺ ἀπαλλαττόμεναι, τιθεῖσαι τὰς κεφαλὰς ἐπὶ γῆν λεχρίας, ἐμμειδιῶσαι μὲν πρὸς τὰ ἴχνη, ἐπικαταβάλλουσαι δὲ τὰ ὦτα· καὶ τὰ μὲν ὄμματα πυκνὰ διακινοῦσαι, ταῖς δὲ οὐραῖς διασαίνουσαι κύκλους πολλοὺς ποιούμεναι πρὸς τὰς εὐνὰς προΐτωσαν ὁμοῦ διὰ τοῦ ἴχνους ἅπασαι.
4.4 ὅταν δὲ περὶ αὐτὸν ὦσι τὸν λαγῶ, δῆλον ποιείτωσαν τῷ κυνηγέτῃ θᾶττον φοιτῶσαι, μᾶλλον γνωρίζουσαι ἀπὸ τοῦ θυμοῦ, ἀπὸ τῆς κεφαλῆς, ἀπὸ τῶν ὀμμάτων, ἀπὸ τῆς μεταλλάξεως τῶν σχημάτων καὶ ἀπὸ τῶν ἀναβλεμμάτων καὶ ἐμβλεμμάτων εἰς τὴν ὕλην καὶ ἀναστρεμμάτων τῶν ἐπὶ τὰς καθέδρας τοῦ λαγῶ, καὶ ἀπὸ τῶν εἰς τὸ πρόσθεν καὶ ὄπισθεν καὶ εἰς τὸ πλάγιον διαρριμμάτων, καὶ ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν ὅτι τοῦ λαγῶ ἐγγύς εἰσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme