Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

18.1 ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες περὶ τῶν κατὰ τὴν Εὐρώπην πραχθέντων, μεταβιβάσομεν τὴν διήγησιν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις. Καρχηδόνιοι γὰρ συντεθειμένοι πρὸς Πέρσας τοῖς αὐτοῖς καιροῖς καταπολεμῆσαι τοὺς κατὰ τὴν Σικελίαν Ἕλληνας, μεγάλας παρασκευὰς ἐποιήσαντο τῶν πρὸς τὸν πόλεμον χρησίμων. ὡς δʼ εὐτρεπῆ πάντα αὐτοῖς ὑπῆρχε, στρατηγὸν εἵλοντο Ἀμίλκωνα, τὸν μάλιστα παρʼ αὐτοῖς θαυμαζόμενον προκρίναντες.
23.8 πολλὰ δὲ καὶ ἄλλα σημεῖα τῆς ἑαυτοῦ παρουσίας ἀπολελοιπέναι κατʼ ἐκείνην τὴν χώραν, διʼ ὧν προαχθέντας τοὺς μεταγενεστέρους τῶν Ἰνδῶν ἀμφισβητῆσαι τοῦ θεοῦ, λέγοντας Ἰνδὸν εἶναι τὸ γένος.
15.5 παρελθὼν δʼ εἰς τὴν Θετταλίαν καὶ τοῦ πρωτείου παραχωρήσας ἑκουσίως Ἀντιπάτρῳ κοινῇ μετʼ αὐτοῦ κατεστρατοπέδευσε παρὰ τὸν Πηνειὸν ποταμόν. οἱ δὲ πάντες ἠθροίσθησαν σὺν τοῖς μετὰ Λεοννάτου παραγεγενημένοις πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων ἐν τοῖς βαρέσιν ὅπλοις, τοξόται δὲ καὶ σφενδονῆται τρισχίλιοι,
18.2 οὗτος δὲ παραλαβὼν πεζάς τε καὶ ναυτικὰς δυνάμεις μεγάλας ἐξέπλευσεν ἐκ τῆς Καρχηδόνος, ἔχων πεζὴν μὲν δύναμιν οὐκ ἐλάττω τῶν τριάκοντα μυριάδων, ναῦς δὲ μακρὰς πλείους τῶν διακοσίων, καὶ χωρὶς πολλὰς ναῦς φορτίδας τὰς κομιζούσας τὴν ἀγοράν, ὑπὲρ τὰς τρισχιλίας. οὗτος μὲν οὖν διανύσας τὸ Λιβυκὸν πέλαγος καὶ χειμασθεὶς ἀπέβαλε τῶν σκαφῶν τὰ κομίζοντα τοὺς ἱππεῖς καὶ τὰ ἅρματα. καταπλεύσας δὲ τῆς Σικελίας εἰς τὸν ἐν τῷ Πανόρμῳ λιμένα διαπεπολεμηκέναι τὸν πόλεμον ἔφησε· πεφοβῆσθαι γὰρ μήποτε ἡ θάλαττα τοὺς Σικελιώτας ἐξέληται τῶν κινδύνων.
20.1 γενέσθαι δὲ καὶ περὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ στήλας πανταχοῦ καταλιπεῖν τῆς ἰδίας στρατείας. ἐπελθεῖν δὲ καὶ τἄλλα τὰ κατὰ τὴν Ἀσίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην.
17.1 ἱππεῖς δὲ πεντακισχίλιοι. οἱ δὲ Ἕλληνες κατὰ τοῦτον τὸν καιρὸν ἀντεστρατοπέδευσαν πολὺ τοῖς πλήθεσι λειπόμενοι· πολλοὶ γὰρ αὐτῶν διὰ τὰς προγεγενημένας εὐημερίας καταφρονοῦντες τῶν πολεμίων εἰς τὰς πατρίδας ἦσαν ἀπεληλυθότες πρὸς τὴν τῶν ἰδίων ἐπίσκεψιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme