Book 1
9.5
περὶ πρώτων δὲ τῶν βαρβάρων διέξιμεν, οὐκ ἀρχαιοτέρους αὐτοὺς ἡγούμενοι τῶν Ἑλλήνων, καθάπερ Ἔφορος εἴρηκεν, ἀλλὰ προδιελθεῖν βουλόμενοι τὰ πλεῖστα τῶν περὶ αὐτούς, ὅπως ἀρξάμενοι τῶν παρὰ τοῖς Ἕλλησιν ἱστορουμένων μηδεμίαν ἐν ταῖς ἀρχαιολογίαις ἑτερογενῆ πρᾶξιν παρεμβάλωμεν.
9.6
ἐπεὶ δὲ κατὰ τὴν Αἴγυπτον θεῶν τε γενέσεις ὑπάρξαι μυθολογοῦνται, αἵ τε τῶν ἄστρων ἀρχαιόταται παρατηρήσεις εὑρῆσθαι λέγονται, πρὸς δὲ τούτοις πράξεις ἀξιόλογοι καὶ πολλαὶ μεγάλων ἀνδρῶν ἱστοροῦνται, ποιησόμεθα τῆς ἱστορίας τὴν ἀρχὴν διὰ τῶν κατʼ Αἴγυπτον πραχθέντων.
10.1
φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα· τήν τε γὰρ τοῦ καλάμου ῥίζαν καὶ τὸν λωτόν, ἔτι δὲ τὸν Αἰγύπτιον κύαμον καὶ τὸ καλούμενον κορσαῖον καὶ πολλὰ τοιαῦθʼ ἕτερα τροφὴν ἑτοίμην παρέχεσθαι τῷ γένει τῶν ἀνθρώπων.
10.2
τῆς δʼ ἐξ ἀρχῆς παρʼ αὐτοῖς ζωογονίας τεκμήριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι τὴν ἐν Θηβαΐδι χώραν κατά τινας καιροὺς τοσούτους καὶ τηλικούτους μῦς γεννᾶν ὥστε τοὺς ἰδόντας τὸ γινόμενον ἐκπλήττεσθαι· ἐνίους γὰρ αὐτῶν ἕως μὲν τοῦ στήθους καὶ τῶν ἐμπροσθίων ποδῶν διατετυπῶσθαι καὶ κίνησιν λαμβάνειν, τὸ δὲ λοιπὸν τοῦ σώματος ἔχειν ἀδιατύπωτον, μενούσης ἔτι κατὰ φύσιν τῆς βώλου.
10.3
ἐκ τούτου δʼ εἶναι φανερὸν ὅτι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν τῆς γῆς εὐκράτου καθεστώσης μάλιστʼ ἂν ἔσχε τὴν γένεσιν τῶν ἀνθρώπων ἡ κατʼ Αἴγυπτον χώρα· καὶ γὰρ νῦν, οὐδαμοῦ τῆς ἄλλης γῆς φυούσης οὐδὲν τῶν τοιούτων, ἐν μόνῃ ταύτῃ θεωρεῖσθαί τινα τῶν ἐμψύχων παραδόξως ζωογονούμενα.