Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

98.9 τὸ δʼ ἐν τῇ Σάμῳ ξόανον συμφώνως τῇ τῶν Αἰγυπτίων φιλοτεχνίᾳ κατὰ τὴν κορυφὴν διχοτομούμενον διορίζειν τοῦ ζῴου τὸ μέσον μέχρι τῶν αἰδοίων, ἰσάζον ὁμοίως ἑαυτῷ πάντοθεν· εἶναι δʼ αὐτὸ λέγουσι κατὰ τὸ πλεῖστον παρεμφερὲς τοῖς Αἰγυπτίοις, ὡς ἂν τὰς μὲν χεῖρας ἔχον παρατεταμένας, τὰ δὲ σκέλη διαβεβηκότα.
98.10 περὶ μὲν οὖν τῶν κατʼ Αἴγυπτον ἱστορουμένων καὶ μνήμης ἀξίων ἀρκεῖ τὰ ῤηθέντα· ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς ἑξῆς πράξεις καὶ μυθολογίας ἐν τῇ μετὰ ταύτην διέξιμεν, ἀρχὴν ποιησάμενοι τὰ κατὰ τὴν Ἀσίαν τοῖς Ἀσσυρίοις πραχθέντα.
← Previous 114 / 114

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme