Book 1
21.2
αὐτὸς μὲν γὰρ στρατοπεδείαν οἰκείαν βαλόμενος τῶν περὶ τὴν πόλιν τόπων, ταύτην μὲν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ χαρακώματι περιλαβών, τοὺς δʼ ἱππεῖς ἅπαντας ἐξαπέστειλεν ἐπὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν πολεμίων καὶ περὶ τὰς ὠφελείας διατρίβοντας. οὗτοι δὲ παραδόξως ἐπιφανέντες διεσπαρμένοις ἀτάκτως κατὰ τὴν χώραν, τοσούτους ἀνῆγον αἰχμαλώτους ὅσους ἕκαστος ἄγειν ἠδύνατο. εἰσαχθέντων δὲ αἰχμαλώτων εἰς τὴν πόλιν πλειόνων ἢ μυρίων, ὁ μὲν Γέλων μεγάλης ἀποδοχῆς ἐτύγχανεν, οἱ δὲ κατὰ τὴν Ἱμέραν κατεφρόνησαν τῶν πολεμίων.
21.6
μετὰ δὲ ταῦτʼ ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ θυσιῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ μυστικῶς εἰσηγήσασθαι, μεγαλύνοντας τοῦ θεοῦ τὴν δύναμιν.
16.6
τῇ δʼ ὑστεραίᾳ Μένων μὲν καὶ Ἀντίφιλος οἱ τῶν Ἑλλήνων ἡγεμόνες συνεδρεύσαντες ἐβουλεύσαντο πότερον ἀναμείναντες τοὺς ἀπὸ τῶν πόλεων συμμάχους καὶ καταστάντες ἀξιόμαχοι περὶ τῶν ὅλων διακρίνωνται ἢ τῷ παρόντι καιρῷ συνείξαντες πρεσβεύωνται περὶ διαλύσεως. ἔδοξεν οὖν ἀποστέλλειν κήρυκας περὶ τῆς τοῦ πολέμου καταλύσεως.
21.3
ἀκόλουθα δὲ τούτοις πράττων ὁ μὲν Γέλων ἁπάσας τὰς πύλας, ἃς διὰ φόβον πρότερον ἐνῳκοδόμησαν οἱ περὶ Θήρωνα, ταύτας τοὐναντίον διὰ τὴν καταφρόνησιν ἐξῳκοδόμησε, καὶ ἄλλας προσκατεσκεύασε, διʼ ὧν ἦν εὐχρηστεῖσθαι πρὸς τὰς κατεπειγούσας χρείας. καθόλου δὲ Γέλων στρατηγίᾳ καὶ συνέσει διαφέρων εὐθὺς ἐζήτει, διʼ οὗ τρόπου καταστρατηγήσας τοὺς βαρβάρους ἀκινδύνως αὐτῶν ἄρδην ἀνελεῖ τὴν δύναμιν. συνεβάλετο δὲ αὐτῷ καὶ τὸ αὐτόματον πρὸς τὴν ἐπίνοιαν μεγάλα, τοιαύτης γενομένης περιστάσεως.
21.1
τῶν δʼ ἱερέων περὶ τῆς Ὀσίριδος τελευτῆς ἐξ ἀρχαίων ἐν ἀπορρήτοις παρειληφότων, τῷ χρόνῳ ποτὲ συνέβη διά τινων εἰς τοὺς πολλοὺς ἐξενεχθῆναι τὸ σιωπώμενον.