Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

22.6 διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὴν νῆσον ταύτην ἄβατον εἶναι τοῖς παριοῦσι. καὶ πάντας τοὺς τὴν Θηβαΐδα κατοικοῦντας, ἥπερ ἐστὶν ἀρχαιοτάτη τῆς Αἰγύπτου, μέγιστον ὅρκον κρίνειν, ὅταν τις τὸν Ὄσιριν τὸν ἐν Φίλαις κείμενον ὀμόσῃ. τὰ μὲν οὖν ἀνευρεθέντα τοῦ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον, τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσι διὰ τὸ μηδένα τῶν συνεργησάντων αὐτὸ λαβεῖν βουληθῆναι, ὑπὸ δὲ τῆς Ἴσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων· ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμᾶν καταδεῖξαι καὶ κατὰ τὰς τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμότατον ποιῆσαι καὶ πλείστου σεβασμοῦ τυγχάνειν.
22.7 διὸ καὶ τοὺς Ἕλληνας, ἐξ Αἰγύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτάς, τιμᾶν τοῦτο τὸ μόριον ἔν τε τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.
23.1 εἶναι δὲ ἔτη φασὶν ἀπὸ Ὀσίριδος καὶ Ἴσιδος ἕως τῆς Ἀλεξάνδρου βασιλείας τοῦ κτίσαντος ἐν Αἰγύπτῳ τὴν ἐπώνυμον αὐτοῦ πόλιν πλείω τῶν μυρίων, ὡς δʼ ἔνιοι γράφουσι, βραχὺ λείποντα τῶν δισμυρίων καὶ τρισχιλίων.
23.2 τοὺς δὲ λέγοντας ἐν Θήβαις τῆς Βοιωτίας γεγονέναι τὸν θεὸν ἐκ Σεμέλης καὶ Διός φασι σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν, τοῖς δὲ Καδμείοις φίλον ὄντα καὶ τιμώμενον ὑπʼ αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριζόμενον· τοὺς δʼ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα νομίζεσθαι, προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ μυστήρια.
23.3 ἀφορμὰς δʼ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεώς τε καὶ τελετῆς τοιαύτας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme