Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

23.4 Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην, ταύτην δὲ ὑφʼ ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι, καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος τὴν ὄψιν οἷόνπερ οἱ κατʼ Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσι· ζωογονεῖσθαι δʼ οὐκ εἰωθέναι τὸ τοιοῦτον, εἴτε τῶν θεῶν μὴ βουλομένων εἴτε τῆς φύσεως μὴ συγχωρούσης. Κάδμον δʼ αἰσθόμενον τὸ γεγονός,
23.5 καὶ χρησμὸν ἔχοντα διατηρεῖν τὰ τῶν πατέρων νόμιμα, χρυσῶσαί τε τὸ βρέφος καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ὡς ἐπιφανείας τινὸς κατʼ ἀνθρώπους Ὀσίριδος γεγενημένης.
23.6 ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον· διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδμου Σεμέλη τέτοκεν ἐκ Διὸς Ὄσιριν. ἐν δὲ τοῖς ὕστερον χρόνοις Ὀρφέα, μεγάλην ἔχοντα δόξαν παρὰ τοῖς Ἕλλησιν ἐπὶ μελῳδίᾳ καὶ τελεταῖς καὶ θεολογίαις, ἐπιξενωθῆναι τοῖς Καδμείοις καὶ διαφερόντως ἐν ταῖς Θήβαις τιμηθῆναι.
23.7 μετεσχηκότα δὲ τῶν παρʼ Αἰγυπτίοις θεολογουμένων μετενεγκεῖν τὴν Ὀσίριδος τοῦ παλαιοῦ γένεσιν ἐπὶ τοὺς νεωτέρους χρόνους, χαριζόμενον δὲ τοῖς Καδμείοις ἐνστήσασθαι καινὴν τελετήν, καθʼ ἣν παραδοῦναι τοῖς μυουμένοις ἐκ Σεμέλης καὶ Διὸς γεγεννῆσθαι τὸν Διόνυσον. τοὺς δʼ ἀνθρώπους τὰ μὲν διὰ τὴν ἄγνοιαν ἐξαπατωμένους, τὰ δὲ διὰ τὴν Ὀρφέως ἀξιοπιστίαν καὶ δόξαν ἐν τοῖς τοιούτοις προσέχοντας, τὸ δὲ μέγιστον ἡδέως προσδεχομένους τὸν θεὸν Ἕλληνα νομιζόμενον, καθάπερ προείρηται, χρήσασθαι ταῖς τελεταῖς.
23.8 ἔπειτα παραλαβόντων τῶν μυθογράφων καὶ ποιητῶν τὸ γένος, ἐμπεπλῆσθαι τὰ θέατρα, καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι. καθόλου δέ φασι τοὺς Ἕλληνας ἐξιδιάζεσθαι τοὺς ἐπιφανεστάτους ἥρωάς τε καὶ θεούς, ἔτι δʼ ἀποικίας τὰς παρʼ ἑαυτῶν.
24.1 καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα, διʼ ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς οἰκουμένης, καὶ τὴν ἐπὶ τῆς Λιβύης θέσθαι στήλην· ὑπὲρ οὗ πειρῶνται τὰς ἀποδείξεις παρὰ τῶν Ἑλλήνων λαμβάνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme