Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

21.6 χρονίζοντος δὲ τοῦ πολέμου Κυρηναῖοι μὲν σπανίζοντες τροφῆς ἐστασίασαν πρὸς ἀλλήλους· ἐπικρατούντων δὲ τῶν δημοτικῶν καὶ τοὺς κτηματικοὺς ἐκβαλλόντων οἱ τῆς πατρίδος στερηθέντες ἔφυγον οἱ μὲν πρὸς Θίβρωνα,
23.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Ξανθίππου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Σιλουανὸν καὶ Σερούιον Κορνήλιον Τρίκοστον. ἐπὶ δὲ τούτων ὁ μὲν τῶν Περσῶν στόλος πλὴν Φοινίκων μετὰ τὴν ἐν Σαλαμῖνι γενομένην ναυμαχίαν ἡττημένος διέτριβε περὶ τὴν Κύμην. ἐνταῦθα δὲ παραχειμάσας, ὡς τὸ θέρος ἐνίστατο, παρέπλευσεν εἰς Σάμον, παραφυλάξων τὴν Ἰωνίαν· ἦσαν δʼ αἱ πᾶσαι νῆες ἐν Σάμῳ πλείους τῶν τετρακοσίων. αὗται μὲν οὖν ὡς ἀλλότρια φρονούντων τῶν Ἰώνων παρεφύλαττον τὰς πόλεις.
30.4 τὸν δʼ ἐξ Ἀλκμήνης γενόμενον ὕστερον πλείοσιν ἔτεσιν ἢ μυρίοις, Ἀλκαῖον ἐκ γενετῆς καλούμενον, ὕστερον Ἡρακλέα μετονομασθῆναι, οὐχ ὅτι διʼ Ἥραν ἔσχε κλέος, ὥς φησιν ὁ Μᾶτρις, ἀλλʼ ὅτι τὴν αὐτὴν ἐζηλωκὼς προαίρεσιν Ἡρακλεῖ τῷ παλαιῷ τὴν ἐκείνου δόξαν ἅμα καὶ προσηγορίαν ἐκληρονόμησε.
21.7 οἱ δʼ εἰς Αἴγυπτον. οὗτοι δὲ πείσαντες τὸν Πτολεμαῖον κατάγειν αὐτοὺς ἧκον ἄγοντες δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν καὶ στρατηγὸν Ὀφέλλαν· ὧν τὴν παρουσίαν ἀκούσαντες οἱ παρὰ τῷ Θίβρωνι φυγάδες, νυκτὸς ἐπιχειρήσαντες πρὸς τούτους ἀπιέναι λάθρᾳ, φωραθέντες ἅπαντες κατεκόπησαν.
23.2 κατὰ δὲ τὴν Ἑλλάδα μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, τῶν Ἀθηναίων δοκούντων αἰτίων γεγονέναι τῆς νίκης, καὶ διὰ τοῦτο αὐτῶν φρονηματιζομένων, πᾶσιν ἐγίνοντο καταφανεῖς ὡς τοῖς Λακεδαιμονίοις ἀμφισβητήσοντες τῆς κατὰ θάλατταν ἡγεμονίας· διόπερ οἱ Λακεδαιμόνιοι προορώμενοι τὸ μέλλον ἐφιλοτιμοῦντο ταπεινοῦν τὸ φρόνημα τῶν Ἀθηναίων. διὸ καὶ κρίσεως προτεθείσης περὶ τῶν ἀριστείων, χάριτι κατισχύσαντες ἐποίησαν κριθῆναι πόλιν μὲν ἀριστεῦσαι τὴν Αἰγινητῶν, ἄνδρα δὲ Ἀμεινίαν Ἀθηναῖον, τὸν ἀδελφὸν Αἰσχύλου τοῦ ποιητοῦ· οὗτος γὰρ τριηραρχῶν πρῶτος ἐμβολὴν ἔδωκε τῇ ναυαρχίδι τῶν Περσῶν, καὶ ταύτην κατέδυσε καὶ τὸν ναύαρχον διέφθειρε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme