Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

29.6 Περδίκκας δὲ τούς τε φίλους καὶ τοὺς ἡγεμόνας ἀθροίσας προέθηκε βουλὴν πότερον ἐπὶ τὴν Μακεδονίαν χρὴ στρατεύειν ἢ πρότερον ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆσαι. πάντων δʼ ἐπενεχθέντων ἐπὶ τὸ πρότερον καταπολεμῆσαι τὸν Πτολεμαῖον, ὅπως μηδὲν ἐμπόδιον ἔχωσι τῆς κατὰ τὴν Μακεδονίαν ὁρμῆς, Εὐμενῆ μὲν ἐξέπεμψε μετὰ δυνάμεως ἀξιολόγου, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ τὴν διάβασιν κωλύειν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Πισιδικῆς τὴν πορείαν ἐπὶ τὴν Αἴγυπτον ἐποιεῖτο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
28.1 τοῦτον δὲ τὸν τρόπον ἐν τῇ φυγῇ τῶν βαρβάρων σχισθέντων, ὁμοίως καὶ τὸ τῶν Ἑλλήνων πλῆθος διεμερίσθη· Ἀθηναῖοι μὲν γὰρ καὶ Πλαταιεῖς καὶ Θεσπιεῖς τοὺς ἐπὶ Θηβῶν ὁρμήσαντας ἐδίωξαν, Κορίνθιοι δὲ καὶ Σικυώνιοι καὶ Φλιάσιοι καί τινες ἕτεροι τοῖς μετὰ Ἀρταβάζου φεύγουσιν ἐπηκολούθησαν, Λακεδαιμόνιοι δὲ μετὰ τῶν λοιπῶν τοὺς εἰς τὸ ξύλινον τεῖχος καταφυγόντας διώξαντες ἐπόρθησαν προθύμως.
26.1 ἐπ ἄρχοντος δʼ Ἀθήνησι Φιλοκλέους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Γάιος Σολπίκιος καὶ Γάιος Αἴλιος. ἐπὶ δὲ τούτων Ἀρριδαῖος ὁ κατασταθεὶς ἐπὶ τὴν κατακομιδὴν τοῦ Ἀλεξάνδρου σώματος, συντετελεκὼς τὴν ἁρμάμαξαν ἐφʼ ἧς ἔδει κατακομισθῆναι τὸ βασιλικὸν σῶμα, παρεσκευάζετο τὰ πρὸς τὴν κομιδήν.
28.2 οἱ δὲ Θηβαῖοι δεξάμενοι τοὺς φεύγοντας καὶ προσαναλαβόντες ἐπέθεντο τοῖς διώκουσιν Ἀθηναίοις· γενομένης δὲ πρὸ τῶν τειχῶν καρτερᾶς μάχης, καὶ τῶν Θηβαίων λαμπρῶς ἀγωνισαμένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρʼ ἀμφοτέροις, τὸ δὲ τελευταῖον βιασθέντες ὑπὸ τῶν Ἀθηναίων, συνέφυγον πάλιν εἰς τὰς Θήβας.
30.2 ἐπεὶ δὲ τὸ κατασκευασθὲν ἔργον, ἄξιον ὑπάρχον τῆς Ἀλεξάνδρου δόξης, οὐ μόνον κατὰ τὴν δαπάνην διήνεγκε τῶν ἄλλων, ὡς ἀπὸ πολλῶν ταλάντων κατασκευασθέν, ἀλλὰ καὶ τῇ κατὰ τὴν τέχνην περιττότητι περιβόητον ὑπῆρξε, καλῶς ἔχειν ὑπολαμβάνομεν ἀναγράψαι περὶ αὐτοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme