Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

37.7 διὸ καὶ τοῦ πράγματος εἰς ὑπόνοιαν καὶ καταστοχασμὸν πιθανὸν καταντῶντος, οἱ μὲν κατʼ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασιν αὐτὸν τὴν σύστασιν λαμβάνειν, ὑγιὲς μὲν οὐδὲν λέγοντες, ἀπορίᾳ δὲ τὴν ἀπορίαν λύοντες καὶ λόγον φέροντες εἰς πίστιν αὐτὸν πολλῆς πίστεως προσδεόμενον·
37.8 τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνω τόπων διὰ καῦμα, προσαγορευόμενοι δὲ Βόλγιοι, λέγουσιν ἐμφάσεις τινὰς εἶναι περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσαιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων συνίσταται τὸ ῥεῦμα τοῦ Νείλου· διὸ καὶ πολυγονώτατον αὐτὸν ὑπάρχειν πάντων τῶν γνωριζομένων ποταμῶν.
37.9 οἱ δὲ περιοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην, οἷς καὶ μάλιστʼ ἄν τις συγκατάθοιτο, τῆς μὲν κατὰ τὸ πιθανὸν εὑρησιλογίας πολὺ κεχωρισμένοις, τῶν δὲ τόπων τῶν ζητουμένων ἔγγιστα κειμένοις, τοσοῦτον ἀπέχουσι τοῦ λέγειν τι περὶ τούτων ἀκριβῶς ὥστε καὶ τὸν ποταμὸν Ἀστάπουν προσηγορεύκασιν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ.
37.10 οὗτοι μὲν οὖν τῷ Νείλῳ τῆς ἐν τοῖς τόποις ἀθεωρησίας καὶ τῆς ἰδίας ἀγνοίας οἰκείαν ἔταξαν προσηγορίαν· ἡμῖν δʼ ἀληθέστατος εἶναι δοκεῖ λόγος ὁ πλεῖστον ἀπέχων τοῦ προσποιήματος.
37.11 οὐκ ἀγνοῶ δὲ ὅτι τὴν πρὸς τὴν ἕω τοῦ ποταμοῦ τούτου καὶ τὴν πρὸς ἑσπέραν Λιβύην ἀφορίζων Ἡρόδοτος ἀνατίθησι Λίβυσι τοῖς ὀνομαζομένοις Νασαμῶσι τὴν ἀκριβῆ θεωρίαν τοῦ ῥείθρου, καί φησιν ἔκ τινος λίμνης λαμβάνοντα τὴν ἀρχὴν τὸν Νεῖλον φέρεσθαι διὰ χώρας Αἰθιοπικῆς ἀμυθήτου· οὐ μὴν αὐτόθεν οὔτε τοῖς εἰποῦσι Λίβυσιν, εἴπερ καὶ πρὸς ἀλήθειαν εἰρήκασιν, οὔτε τῷ συγγραφεῖ προσεκτέον ἀναπόδεικτα λέγοντι.
38.1 ἐπειδὴ δὲ περὶ τῶν πηγῶν καὶ τῆς ῥύσεως αὐτοῦ διεληλύθαμεν, πειρασόμεθα τὰς αἰτίας ἀποδιδόναι τῆς πληρώσεως.
38.2 Θαλῆς μὲν οὖν, εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος, φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς θάλατταν προχεῖσθαι τὸ ῥεῦμα, καὶ διὰ τοῦτʼ αὐτὸν πληρούμενον ἐπικλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme