Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

21.5 τούς τε Σατύρους πρὸς ὄρχησιν καὶ μελῳδίαν καὶ πᾶσαν ἄνεσιν καὶ παιδιὰν ὄντας εὐθέτους παραληφθῆναι πρὸς τὴν στρατείαν· οὐ γὰρ πολεμικὸν εἶναι τὸν Ὄσιριν οὐδὲ παρατάξεις συνίστασθαι καὶ κινδύνους, ἅτε παντὸς ἔθνους ὡς θεὸν ἀποδεχομένου διὰ τὰς εὐεργεσίας.
5 τῇ δʼ ὑστεραίᾳ παραγενηθέντος Ἀντιπάτρου μετὰ τῆς δυνάμεως καὶ συμμίξαντος τοῖς ἡττημένοις μίαν οἱ πάντες Μακεδόνες ἐποιήσαντο τὴν στρατοπεδείαν καὶ τὴν τῶν ὅλων στρατηγίαν παρέλαβεν Ἀντίπατρος.
15.5 ὁ δὲ ναύαρχος προηγούμενος τῆς τάξεως καὶ πρῶτος συνάψας μάχην διεφθάρη λαμπρῶς ἀγωνισάμενος. τῆς δὲ νεὼς βυθισθείσης, ταραχὴ κατέσχε τὸ ναυτικὸν τῶν βαρβάρων· πολλοὶ μὲν γὰρ ἦσαν οἱ προστάττοντες, οὐ ταὐτὰ δʼ ἕκαστος παρήγγελλε. διὸ καὶ τοῦ πλεῖν εἰς τοὔμπροσθεν ἐπέσχον, ἀνακωχεύοντες δʼ ἀνεχώρουν εἰς τὴν εὐρυχωρίαν.
19.6 κατὰ δὲ τὴν Αἰθιοπίαν διδάξαντα τοὺς ἀνθρώπους τὰ περὶ τὴν γεωργίαν καὶ πόλεις ἀξιολόγους κτίσαντα καταλιπεῖν τοὺς ἐπιμελησομένους τῆς χώρας καὶ φόρους πραξομένους.
14.6 οὗτος δὲ κρίνας ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἔχειν καὶ θεωρῶν τοὺς πολεμίους ἱπποκρατοῦντας τὴν μὲν διὰ τῶν ὁμαλῶν ἀποχώρησιν ἀπέγνω, διὰ δὲ τῆς δυσχωρίας προάγων καὶ τοὺς ὑπερδεξίους τόπους προκαταλαμβανόμενος ἀπεχώρησεν ἐκ τούτων τῶν τόπων.
17.6 οἱ δὲ Ἀθηναῖοι θεωροῦντες τὴν ταραχὴν τῶν βαρβάρων ἐπέπλεον τοῖς πολεμίοις, καὶ τὰς μὲν τοῖς ἐμβόλοις ἔτυπτον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον· τῆς δʼ εἰρεσίας οὐχ ὑπηρετούσης, πολλαὶ τῶν Περσῶν τριήρεις πλάγιαι γινόμεναι ταῖς ἐμβολαῖς πυκνῶς κατετιτρώσκοντο. διὸ καὶ πρύμναν μὲν ἀνακρούεσθαι κατέπαυσαν, εἰς τοὐπίσω δὲ πλέουσαι προτροπάδην ἔφευγον.
19.1 τούτων δʼ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, ἐν ᾧ καιρῷ μάλιστα εἴωθε πληροῦσθαι, ῥαγέντα κατακλύσαι πολλὴν τῆς Αἰγύπτου, καὶ μάλιστα τοῦτο τὸ μέρος ἐπελθεῖν οὗ Προμηθεὺς εἶχε τὴν ἐπιμέλειαν· διαφθαρέντων δὲ σχεδὸν ἁπάντων τῶν κατὰ ταύτην τὴν χώραν τὸν Προμηθέα διὰ τὴν λύπην κινδυνεύειν ἐκλιπεῖν τὸν βίον ἑκουσίως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme