Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 1

19.4 τὸν δὲ ποταμὸν ἀρχαιότατον μὲν ὄνομα σχεῖν Ὠκεάνην, ὅς ἐστιν ἑλληνιστὶ Ὠκεανός· ἔπειτα διὰ τὸ γενόμενον ἔκρηγμά φασιν Ἀετὸν ὀνομασθῆναι, ὕστερον δʼ Αἴγυπτον ἀπὸ τοῦ βασιλεύσαντος τῆς χώρας προσαγορευθῆναι· μαρτυρεῖν δὲ καὶ τὸν ποιητὴν λέγοντα στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. κατὰ γὰρ τὴν καλουμένην Θῶνιν ἐμβάλλοντος εἰς θάλατταν τοῦ ποταμοῦ, τοῦτον τὸν τόπον ἐμπόριον εἶναι τὸ παλαιὸν τῆς Αἰγύπτου· τελευταίας δὲ τυχεῖν αὐτὸν ἧς νῦν ἔχει προσηγορίας ἀπὸ τοῦ βασιλεύσαντος Νειλέως.
15.1 ἅμα δὲ τούτοις πραττομένοις Περδίκκας, ἔχων μεθʼ ἑαυτοῦ τόν τε βασιλέα Φίλιππον καὶ τὴν βασιλικὴν δύναμιν, ἐστράτευσεν ἐπὶ Ἀριαράθην τὸν Καππαδοκίας δυνάστην. οὗτος γὰρ οὐ προσέχων τοῖς Μακεδόσιν ὑπὸ μὲν Ἀλεξάνδρου παρεωράθη διὰ τοὺς περὶ Δαρεῖον ἀγῶνας καὶ περισπασμούς, ἀναστροφὴν δὲ πολυχρόνιον εἶχε κυριεύων τῆς Καππαδοκίας.
16.4 ὁ δὲ βασιλεὺς παρʼ ἐλπίδας ἡττημένος τῶν μὲν Φοινίκων τῶν ἀρξάντων τῆς φυγῆς τοὺς αἰτιωτάτους ἀπέκτεινε, τοῖς δʼ ἄλλοις ἠπείλησεν ἐπιθήσειν τὴν προσήκουσαν τιμωρίαν. οἱ δὲ Φοίνικες φοβηθέντες τὰς ἀπειλὰς τὸ μὲν πρῶτον εἰς τὴν Ἀττικὴν κατέπλευσαν, τῆς δὲ νυκτὸς ἐπιγενομένης ἀπῆραν εἰς τὴν Ἀσίαν.
20.5 τὸν δʼ οὖν Ὄσιριν παραγενόμενον ἐπὶ τοὺς τῆς Αἰθιοπίας ὅρους τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν χώμασιν ἀναλαβεῖν, ὥστε κατὰ τὴν πλήρωσιν αὐτοῦ τὴν χώραν μὴ λιμνάζειν παρὰ τὸ συμφέρον, ἀλλὰ διά τινων κατεσκευασμένων θυρῶν εἰσαφίεσθαι τὸ ῥεῦμα πρᾴως καθʼ ὅσον ἂν ᾖ χρεία.
15.2 διὸ καὶ πολλὰ μὲν ἐκ τῶν προσόδων χρήματα ἤθροισε, δυνάμεις δʼ ἐγχωρίους καὶ ξενικὰς μεγάλας συνεστήσατο. διὸ καὶ βασιλείας ἀντιποιούμενος ἕτοιμος ἦν πρὸς τὸν Περδίκκαν διαγωνίζεσθαι, πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ μυρίους πεντακισχιλίους. ὁ δὲ Περδίκκας συνάψας αὐτῷ μάχην καὶ τῇ παρατάξει νικήσας ἀνεῖλε μὲν εἰς τετρακισχιλίους, ἐζώγρησε δὲ ὑπὲρ τοὺς πεντακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Ἀριαράθης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme