Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

40.5 ἐλθόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἀντιποιεῖσθαι, τάς τε προϋπαρχούσας ναῦς καθείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες. ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο.
96.4 ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον. πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας. καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός.
88.4 τῶν δὲ περὶ Λυκίσκον ἐπικειμένων καὶ πολὺ τοῖς πλήθεσιν ὑπερεχόντων οἱ μὲν Ἠπειρῶται καταπλαγέντες προσεχώρησαν τοῖς πολεμίοις, ὁ δʼ Ἀλκέτας καταλειφθεὶς κατέφυγεν εἰς Εὐρυμενὰς πόλιν Ἠπειρωτικήν.
40.6 Νικίας δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπέστειλεν εἰς Ἀθήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν· κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον· Ἀλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφθαι, καὶ ταῦτʼ ἀσθενῶς διακείμενον.
96.5 διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται· ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος δυρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους.
42.5 ἐνταῦθα δʼ αὐτοῦ πολιορκουμένου παρεγενήθησαν οἱ περὶ τὸν Ἀλέξανδρον βοήθειαν φέροντες τῷ πατρί. γενομένης οὖν μάχης ἰσχυρᾶς ἀνῃρέθησαν πολλοὶ τῶν στρατιωτῶν, ἐν οἷς ἦσαν ἄλλοι τέ τινες τῶν ἀξιολόγων ἀνδρῶν καὶ Μίκυθος ὁ στρατηγὸς καὶ Λύσανδρος Ἀθηναῖος ὁ κατασταθεὶς ἐπὶ τῆς Λευκάδος ὑπὸ Κασάνδρου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme