Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

40.7 οἱ δʼ Ἀθηναῖοι μετʼ Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς· περὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μέγαν στόλον ἀποστέλλειν. διόπερ στρατιώτας τε πανταχόθεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήθροιζον.
50.1 μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψόμενος, ἀλλʼ εὐθὺς ὀρυττόμενος εὑρίσκεται τὸ μέγεθος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων.
42.6 μετὰ δὲ ταῦτα Δεινίου βοηθήσαντος τοῖς ἐλαττουμένοις ἐγένετο δευτέρα μάχη, καθʼ ἣν οἱ μὲν περὶ Ἀλέξανδρον καὶ Τεῦκρον ἡττηθέντες ἔφυγον εἴς τι χωρίον ἐρυμνὸν μετὰ τοῦ πατρός, ὁ δὲ Λυκίσκος Εὐρυμενὰς ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε·
87.8 κατὰ δὲ τὴν Πελοπόννησον οἱ Λακεδαιμόνιοι παροξυνθέντες ὑπὸ Ἀλκιβιάδου τὰς σπονδὰς ἔλυσαν τὰς πρὸς Ἀθηναίους, καὶ ὁ πόλεμος οὗτος διέμεινεν ἔτη δώδεκα.
18.2 θρεμμάτων τε παντοδαπῶν τοσοῦτο κατʼ αὐτὴν ὑπάρχει πλῆθος ὥστε ἔθνη πολλὰ νομάδα βίον ᾑρημένα δύνασθαι καλῶς διατρέφεσθαι, σίτου μὲν μὴ προσδεόμενα, τῇ δʼ ἀπὸ τούτων δαψιλείᾳ χορηγούμενα. θηρίων τε πλῆθος ἀλκίμων ἡ προσορίζουσα τῇ Συρίᾳ τρέφει· καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῇ πολλῷ πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἤπερ ἐν τῇ Λιβύῃ συμβέβηκε· πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις.
89.1 καθʼ ὃν δὴ χρόνον Κάσανδρος ἀκηκοὼς μὲν τὴν τῶν ἰδίων ἧτταν, ἀγνοῶν δὲ τὸ μετὰ ταῦτα γεγονὸς εὐτύχημα κατὰ σπουδὴν ἧκεν εἰς τὴν Ἤπειρον βοηθήσων τοῖς περὶ Λυκίσκον. καταλαβὼν δʼ αὐτοὺς ἐπὶ τοῦ προτερήματος γεγονότας πρὸς μὲν Ἀλκέταν διαλυσάμενος φιλίαν συνέθετο, τῆς δὲ δυνάμεως μέρος ἀναλαβὼν ἀνέζευξεν εἰς τὸν Ἀδρίαν, πολιορκήσων Ἀπολλωνιάτας, ὅτι τὴν φρουρὰν ἐκβαλόντες τὴν αὐτοῦ προσέθεντο τοῖς Ἰλλυριοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme