Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

7.4 ἐπιγενομένων δὲ καυμάτων μεγάλων, καὶ τῶν τοῦ Διονύσου στρατιωτῶν λοιμικῇ νόσῳ διαφθειρομένων, συνέσει διαφέροντα τὸν ἡγεμόνα τοῦτον ἀπαγαγεῖν τὸ στρατόπεδον ἐκ τῶν πεδινῶν τόπων εἰς τὴν ὀρεινήν· ἐν ταύτῃ δὲ πνεόντων ψυχρῶν ἀνέμων καὶ τῶν ναματιαίων ὑδάτων καθαρῶν ῥεόντων πρὸς αὐταῖς ταῖς πηγαῖς, ἀπαλλαγῆναι τῆς νόσου τὸ στρατόπεδον. ὀνομάζεσθαι δὲ τῆς ὀρεινῆς τὸν τόπον τοῦτον Μηρόν, καθʼ ὃν ὁ Διόνυσος ἐξέτρεψε τὰς δυνάμεις ἐκ τῆς νόσου· ἀφʼ οὗ δὴ καὶ τοὺς Ἕλληνας περὶ τοῦ θεοῦ τούτου παραδεδωκέναι τοῖς μεταγενεστέροις τεθράφθαι τὸν Διόνυσον ἐν μηρῷ.
7.5 μετὰ δὲ ταῦτα τῆς παραθέσεως τῶν καρπῶν ἐπιμεληθέντα μεταδιδόναι τοῖς Ἰνδοῖς, καὶ τὴν εὕρεσιν τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν εἰς τὸν βίον χρησίμων παραδοῦναι. πρὸς δὲ τούτοις πόλεών τε ἀξιολόγων γενηθῆναι κτίστην, μεταγαγόντα τὰς κώμας εἰς τοὺς εὐθέτους τόπους, τιμᾶν τε καταδεῖξαι τὸ θεῖον καὶ νόμους εἰσηγήσασθαι καὶ δικαστήρια, καθόλου δὲ πολλῶν καὶ καλῶν ἔργων εἰσηγητὴν γενόμενον θεὸν νομισθῆναι καὶ τυχεῖν ἀθανάτων τιμῶν.
85.6 ἱστοροῦσι δʼ αὐτὸν καὶ γυναικῶν πλῆθος μετὰ τοῦ στρατοπέδου περιάγεσθαι, καὶ κατὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τυμπάνοις καὶ κυμβάλοις κεχρῆσθαι, μήπω σάλπιγγος εὑρημένης. βασιλεύσαντα δὲ πάσης τῆς Ἰνδικῆς ἔτη δύο πρὸς τοῖς πεντήκοντα γήρᾳ τελευτῆσαι. διαδεξαμένους δὲ τοὺς υἱοὺς αὐτοῦ τὴν ἡγεμονίαν ἀεὶ τοῖς ἀφʼ ἑαυτῶν ἀπολιπεῖν τὴν ἀρχήν· τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον καταλυθείσης τῆς ἡγεμονίας δημοκρατηθῆναι τὰς πόλεις.
39.1 περὶ μὲν οὖν τοῦ Διονύσου καὶ τῶν ἀπογόνων αὐτοῦ τοιαῦτα μυθολογοῦσιν οἱ τὴν ὀρεινὴν τῆς Ἰνδικῆς κατοικοῦντες. τόν τε Ἡρακλέα φασὶ παρ αὑτοῖς γεγενῆσθαι, καὶ παραπλησίως τοῖς Ἕλλησι τό τε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme