Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

95.1 τὰ μὲν οὖν νόμιμα τῶν Ἀράβων τοιαῦτʼ εἶναι συμβέβηκεν. ὑπογύου δʼ αὐτοῖς οὔσης πανηγύρεως, εἰς ἣν εἰώθασιν οἱ περίοικοι καταντᾶν οἱ μὲν ἀποδωσόμενοι τῶν φορτίων, οἱ δʼ ἀγοράσοντές τι τῶν αὐτοῖς χρησίμων, εἰς ταύτην ἐπορεύθησαν, ἀπολιπόντες ἐπί τινος πέτρας τὰς κτήσεις καὶ τοὺς πρεσβυτάτους,
94.4 διόπερ τοὺς ἐπὶ ταῖς ἡγεμονίαις τεταγμένους καὶ τοὺς ἀρίστους ἐξ ὅλου τοῦ στρατεύματος ἐμβιβάσαντες τριήρεις μὲν ἐπλήρωσαν πέντε λειπούσας τῶν ἑκατὸν εἴκοσι, τοὺς δὲ λοιποὺς ἐπὶ τῆς γῆς ἔταξαν παρὰ τὸν αἰγιαλόν. οἱ δὲ Συρακόσιοι τὸ μὲν πεζὸν στράτευμα πρὸ τῆς πόλεως ἔστησαν, τριήρεις δὲ συνεπλήρωσαν ἑβδομήκοντα τέσσαρας· συμπαρείποντό τε τὰς ὑπηρετικὰς ἔχοντες ναῦς παῖδες ἐλεύθεροι, τοῖς τε ἔτεσιν ὄντες ὑπὸ τὴν τῶν νεανίσκων ἡλικίαν καὶ συναγωνιζόμενοι μετὰ τῶν πατέρων.
95.2 ἔτι δὲ τέκνα καὶ γυναῖκας. τὸ δὲ χωρίον ὑπῆρχεν ὀχυρὸν μὲν καθʼ ὑπερβολήν, ἀτείχιστον δὲ καὶ τῆς οἰκουμένης ἀπέχον δυεῖν ἡμερῶν ὁδόν. οἱ δὲ περὶ τὸν Ἀθήναιον παρατηρήσαντες τοῦτον τὸν καιρὸν ὥρμησαν ἐπὶ τὴν πέτραν εὔζωνον ἔχοντες τὴν δύναμιν· διανύσαντες δʼ ἀπὸ τῆς Ἰδουμαίας ἐπαρχίας ἐν ἡμέραις τρισὶ καὶ νυξὶ ταῖς ἴσαις σταδίους δισχιλίους καὶ διακοσίους ἔλαθον τοὺς Ἄραβας περὶ μέσας νύκτας καταλαβόμενοι τὴν πέτραν.
94.5 τὰ δὲ περὶ τὸν λιμένα τείχη καὶ πᾶς ὁ τῆς πόλεως ὑπερκείμενος τόπος ἔγεμε σωμάτων· γυναῖκές τε γὰρ καὶ παρθένοι καὶ οἱ ταῖς ἡλικίαις τὴν ἐν τῷ πολέμῳ χρείαν παρέχεσθαι μὴ δυνάμενοι, τοῦ παντὸς πολέμου τὴν κρίσιν λαμβάνοντος, μετὰ πολλῆς ἀγωνίας ἐπεθεώρουν τὴν μάχην.
95.3 εὐθὺς δὲ τῶν ἐγκατειλημμένων οὓς μὲν ἀνῄρουν, οὓς δʼ ἐζώγρουν, ἐνίους δὲ τραυματίας ἀπέλιπον καὶ τοῦ μὲν λιβανωτοῦ καὶ τῆς σμύρνης συνεσκευάσαντο τὸ πλεῖον μέρος, ἀργυρίου δὲ περὶ πεντακόσια τάλαντα. ἐνδιατρίψαντες δʼ οὐ πλείω χρόνον φυλακῆς ἑωθινῆς εὐθὺς ἀνέστρεψαν κατὰ σπουδήν, διαλαμβάνοντες ὑπὸ τῶν βαρβάρων διωχθήσεσθαι. διατείναντες δὲ σταδίους διακοσίους κατεστρατοπέδευσαν, ὄντες κατάκοποι καὶ ῥᾳθύμως ἔχοντες τὰ περὶ τὰς φυλακάς, ὡς ἂν νομίζοντες μὴ πρότερον δύνασθαι τοὺς πολεμίους ἐλθεῖν δυεῖν ἢ τριῶν ἡμερῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme