Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 11

96.4 οἱ μὲν οὖν Συρακόσιοι μετὰ πολλῆς κραυγῆς κατεδίωκον τὰς ναῦς ἐπὶ τὴν γῆν· τῶν δὲ Ἀθηναίων ὅσοι μὴ μετέωροι διεφθάρησαν, ἐπεὶ πρὸς τὰ βράχη προσηνέχθησαν, ἐκπηδῶντες ἐκ τῶν νεῶν εἰς τὸ πεζὸν στρατόπεδον ἔφευγον.
50.5 ὁ δὲ λιμὴν πλήρης ἦν ὅπλων τε καὶ ναυαγίων, ὡς ἂν Ἀττικῶν μὲν νεῶν ἀπολομένων ἑξήκοντα, παρὰ δὲ τῶν Συρακοσίων ὀκτὼ μὲν τελέως διεφθαρμένων, ἑκκαίδεκα δὲ συντετριμμένων. οἱ δὲ Συρακόσιοι τῶν τε τριήρων ὅσας δυνατὸν ἦν εἷλκον ἐπὶ τὴν γῆν, καὶ τοὺς τετελευτηκότας πολίτας τε καὶ συμμάχους ἀνελόμενοι δημοσίας ταφῆς ἠξίωσαν.
97.1 οἱ δʼ Ἀθηναῖοι συνδραμόντες ἐπὶ τὰς τῶν ἡγεμόνων σκηνὰς ἐδέοντο τῶν στρατηγῶν, μὴ τῶν νεῶν, ἀλλὰ τῆς ἑαυτῶν φροντίζειν σωτηρίας. Δημοσθένης μὲν οὖν ἔφη δεῖν, λελυμένου τοῦ ζεύγματος, κατὰ τάχος πληροῦν τὰς τριήρεις, καὶ ἀπροσδοκήτως ἐπιθεμένους ἐπηγγέλλετο ῥᾳδίως κρατήσειν τῆς ἐπιβολῆς·
97.2 Νικίας δὲ συνεβούλευε καταλιπόντας τὰς ναῦς διὰ τῆς μεσογείου πρὸς τὰς συμμαχίδας πόλεις ἀναχωρεῖν. ᾧ πάντες ὁμογνώμονες γενόμενοι τῶν νεῶν τινας ἐνέπρησαν καὶ τὰ πρὸς τὴν ἀπαλλαγὴν παρεσκευάζοντο.
97.3 φανεροῦ δʼ ὄντος ὅτι τῆς νυκτὸς ἀναζεύξουσιν, Ἑρμοκράτης συνεβούλευε τοῖς Συρακοσίοις ἐξάγειν τῆς νυκτὸς ἅπαν τὸ στρατόπεδον καὶ τὰς ὁδοὺς ἁπάσας προκαταλαβέσθαι.
97.4 οὐ πειθομένων δὲ τῶν στρατηγῶν διὰ τὸ πολλοὺς μὲν τραυματίας εἶναι τῶν στρατιωτῶν, πάντας δʼ ὑπὸ τῆς μάχης κατακόπους ὑπάρχειν τοῖς σώμασιν, ἀπέστειλέ τινας τῶν ἱππέων ἐπὶ τὴν παρεμβολὴν τῶν Ἀθηναίων τοὺς ἐροῦντας, ὅτι προαπεστάλκασιν οἱ Συρακόσιοι τοὺς τὰς ὁδοὺς καὶ τοὺς ἐπικαιροτάτους τόπους προκαταληψομένους.
97.5 ποιησάντων δὲ τῶν ἱππέων τὸ προσταχθὲν ἤδη νυκτὸς οὔσης, οἱ μὲν Ἀθηναῖοι νομίσαντες τῶν Λεοντίνων τινὰς εἶναι τοὺς διʼ εὔνοιαν ἀπηγγελκότας, διεταράχθησαν οὐ μικρῶς καὶ τὴν ἀπαλλαγὴν ὑπερέθεντο· ᾧπερ εἰ μὴ παρεκρούσθησαν, ἀσφαλῶς ἂν ἐχωρίσθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme