Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 12

105.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σιμωνίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλλέριον καὶ Πόπλιον Δέκιον. ἐπὶ δὲ τούτων οἱ περὶ Κάσανδρον καὶ Πτολεμαῖον καὶ Λυσίμαχον διαλύσεις ἐποιήσαντο πρὸς Ἀντίγονον καὶ συνθήκας ἔγραψαν. ἐν δὲ ταύταις ἦν Κάσανδρον μὲν εἶναι στρατηγὸν τῆς Εὐρώπης, μέχρι ἂν Ἀλέξανδρος ὁ ἐκ Ῥωξάνης εἰς ἡλικίαν ἔλθῃ, καὶ Λυσίμαχον μὲν τῆς Θρᾴκης κυριεύειν, Πτολεμαῖον δὲ τῆς Αἰγύπτου καὶ τῶν συνοριζουσῶν ταύτῃ πόλεων κατά τε τὴν Λιβύην καὶ τὴν Ἀραβίαν, Ἀντίγονον δὲ ἀφηγεῖσθαι τῆς Ἀσίας πάσης, τοὺς δὲ Ἕλληνας αὐτονόμους εἶναι. οὐ μὴν ἐνέμεινάν γε ταῖς ὁμολογίαις ταύταις, ἀλλʼ ἕκαστος αὐτῶν προφάσεις εὐλόγους ποριζόμενος πλεονεκτεῖν ἐπειρᾶτο.
54.5 ἀπʼ ἐκείνων οὖν τῶν χρόνων τῆς κατὰ Σικελίαν ἡγεμονίας ἀντιποιουμένης τῆς πόλεως, μὴ καταρρίψωμεν τὸν ὑπὲρ τῶν προγόνων ἔπαινον, μηδʼ ἑαυτοὺς θηριώδεις καὶ ἀπαραιτήτους πρὸς ἀνθρωπίνην ἀτυχίαν παράσχωμεν. οὐ γὰρ προσήκει δοῦναι τῷ φθόνῳ καθʼ ἡμῶν ἀφορμὴν εἰπεῖν, ὡς ἀναξίως εὐτυχοῦμεν· καλὸν γὰρ καὶ τὸ τῆς τύχης ἀντιπραττούσης ἔχειν τοὺς συναλγήσοντας καὶ πάλιν ἐν τοῖς κατορθώμασι τοὺς ἡδομένους.
3.2 καθόλου γὰρ τὴν νῦν οὖσαν Αἴγυπτον λέγουσιν οὐ χώραν, ἀλλὰ θάλατταν γεγονέναι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν· ὕστερον μέντοι τοῦ Νείλου κατὰ τὰς ἀναβάσεις τὴν ἐκ τῆς Αἰθιοπίας ἰλὺν καταφέροντος ἐκ τοῦ κατʼ ὀλίγον προσχωσθῆναι. ὅτι δʼ ἐστὶν αὐτῶν ἡ χώρα πᾶσα ποταμόχωστος ἐναργεστάτην ἔχειν ἀπόδειξιν τὴν γινομένην κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου·
105.2 Κάσανδρος δὲ ὁρῶν Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης αὐξόμενον καὶ κατὰ τὴν Μακεδονίαν λόγους ὑπό τινων διαδιδομένους ὅτι καθήκει προάγειν ἐκ τῆς φυλακῆς τὸν παῖδα καὶ τὴν πατρῴαν βασιλείαν παραδοῦναι, φοβηθεὶς ὑπὲρ ἑαυτοῦ προσέταξε Γλαυκίᾳ τῷ προεστηκότι τῆς τοῦ παιδὸς φυλακῆς τὴν μὲν Ῥωξάνην καὶ τὸν βασιλέα κατασφάξαι καὶ κρύψαι τὰ σώματα, τὸ δὲ γεγονὸς μηδενὶ τῶν ἄλλων ἀπαγγεῖλαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme