Book 12
57.2
εὐθὺς οὖν τριήρεις μὲν κατήρτησαν τριάκοντα πρὸς ταῖς ἑκατόν, στρατηγὸν δὲ προχειρισάμενοι τῶν παρʼ αὐτοῖς ἐπιφανεστάτων Ἀμίλκαν ἔδωκαν αὐτῷ τῶν μὲν πολιτικῶν στρατιωτῶν δισχιλίους, ἐν οἷς ἦσαν πολλοὶ καὶ τῶν ἐπιφανῶν, τῶν δʼ ἀπὸ τῆς Λιβύης μυρίους, ἐκ δὲ τῆς Τυρρηνίας μισθοφόρους χιλίους καὶ ζευγίππας διακοσίους, ἔτι δὲ Βαλιάρας σφενδονήτας χιλίους, ὁμοίως δὲ χρημάτων πλῆθος καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων τὴν καθήκουσαν παρασκευήν.
104.3
μαρτυρεῖ δʼ ὁ νῦν γενόμενος πόλεμος· οἱ γὰρ ἐπὶ πολιορκίᾳ παραγενόμενοι καὶ διὰ τὴν ὑπεροχὴν ἀποτειχίσαντες τὴν πόλιν ἐκ μεταβολῆς αἰχμάλωτοι γεγόνασιν, ὡς ὁρᾶτε. καλὸν οὖν ἐν ταῖς τῶν ἄλλων ἀτυχίαις ἡμέρους φανέντας ἕτοιμον ἔχειν τὸν παρὰ πάντων ἔλεον, ἐάν τι συμβαίνῃ τῶν ἀνθρωπίνων. πολλὰ γὰρ ὁ βίος ἔχει παράδοξα, στάσεις πολιτικάς, λῃστείας, πολέμους, ἐν οἷς οὐ ῥᾴδιον διαφεύγειν τὸν κίνδυνον ἄνθρωπον ὄντα.
4.1
περὶ δὲ τῶν Αἰθιοπικῶν γραμμάτων τῶν παρʼ Αἰγυπτίοις καλουμένων ἱερογλυφικῶν ῥητέον, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀρχαιολογουμένων. συμβέβηκε τοίνυν τοὺς μὲν τύπους ὑπάρχειν αὐτῶν ὁμοίους ζῴοις παντοδαποῖς καὶ ἀκρωτηρίοις ἀνθρώπων, ἔτι δʼ ὀργάνοις, καὶ μάλιστα τεκτονικοῖς· οὐ γὰρ ἐκ τῆς τῶν συλλαβῶν συνθέσεως ἡ γραμματικὴ παρʼ αὐτοῖς τὸν ὑποκείμενον λόγον ἀποδίδωσιν, ἀλλʼ ἐξ ἐμφάσεως τῶν μεταγραφομένων καὶ μεταφορᾶς μνήμῃ συνηθλημένης.
57.3
ἀναχθέντος δʼ ἐκ τῆς Καρχηδόνος τοῦ στόλου παντὸς καὶ γενομένου πελαγίου χειμὼν ἐξαίφνης ἐπιπεσὼν ἑξήκοντα μὲν τριήρεις ἠφάνισε, διακόσια δὲ τῶν σιτηγῶν πλοίων διέφθειρεν· ὁ δὲ λοιπὸς στόλος μεγάλοις περιπεσὼν χειμῶσι μόλις διεσώθη πρὸς τὴν Σικελίαν.
104.4
διόπερ εἰ τὸν πρὸς τοὺς ὑποπεπτωκότας ἔλεον ἀποκόψομεν, πικρὸν καθʼ ἑαυτῶν νόμον θήσομεν εἰς ἅπαντα τὸν αἰῶνα. οὐ γὰρ δυνατὸν τοὺς ἄλλοις ἀνημέρως χρησαμένους αὐτοὺς παρʼ ἑτέρων τυχεῖν ποτε φιλανθρωπίας, ἄλλους τε πράξαντας δεινὰ παθεῖν εὐγνώμονα, καὶ παρὰ τοὺς τῶν Ἑλλήνων ἐθισμοὺς τοσούτους ἄνδρας φονεύσαντας ἐν ταῖς τοῦ βίου μεταβολαῖς ἐπιβοᾶσθαι τὰ κοινὰ πάντων νόμιμα.