Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 12

27.4 ἀπέστειλεν οὖν κατʼ ὀλίγους τῶν στρατιωτῶν ὡς ἐπί τινας χρείας, ἕως ὅτου συνέβη τῷ πλήθει πολὺ προτερῆσαι τῶν πολιτικῶν. μετʼ ὀλίγον δὲ καὶ αὐτὸς παραγενόμενος προδοσίαν ἐνεκάλεσε καὶ μετάθεσιν τοῖς Γελῴοις, εἴτε καὶ κατʼ ἀλήθειαν αὐτῶν διανοηθέντων τι πρᾶξαι τοιοῦτον, εἴτε καὶ ψευδέσι διαβολαῖς φυγάδων πεισθεὶς ἢ καὶ χρημάτων βουλόμενος εὐπορῆσαι, καὶ ἀπέσφαξε τῶν Γελῴων πλείους τῶν τετρακισχιλίων καὶ τὰς οὐσίας αὐτῶν ἀνέλαβε. προσέταξε δὲ καὶ τοῖς ἄλλοις Γελῴοις πᾶσι τά τε νομίσματα καὶ τὸν ἄσημον ἄργυρόν τε καὶ χρυσὸν ἀνενεγκεῖν, διαπειλησάμενος τιμωρήσασθαι τοὺς ἀπειθήσαντας.
105.5 εἴποι γὰρ ἄν τις πρὸς τὴν τοῦ τοιούτου σκληρότητα τὰς τῶν πάλαι σοφῶν ἀποφάσεις, ἄνθρωπε, μὴ μέγα φρόνει, γνῶθι σαυτόν, ἰδὲ τὴν τύχην ἁπάντων οὖσαν κυρίαν. τίνος γὰρ χάριν οἱ πρόγονοι πάντων τῶν Ἑλλήνων ἐν ταῖς κατὰ πόλεμον νίκαις κατέδειξαν οὐ διὰ λίθων, διὰ δὲ τῶν τυχόντων ξύλων ἱστάναι τὰ τρόπαια;
27.5 ταχὺ δὲ πάντων πραξάντων τὸ προσταχθὲν διὰ τὸν φόβον χρημάτων τε πλῆθος ἤθροισε καὶ πᾶσι τοῖς ταττομένοις ὑφʼ ἑαυτὸν δεινὴν ἐνεποίησε κατάπληξιν. δόξας δʼ ὠμότερον κεχρῆσθαι τοῦ καθήκοντος τοῖς Γελῴοις τοὺς μὲν ἀποσφαγέντας εἰς τὰς ἐκτὸς τῶν τειχῶν τάφρους συνέχωσεν, ἐν δὲ τῇ πόλει τὴν ἱκανὴν φρουρὰν ἀπολιπὼν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις.
105.6 ἆρʼ οὐχ ὅπως ὀλίγον χρόνον διαμένοντα ταχέως ἀφανίζηται τὰ τῆς ἔχθρας ὑπομνήματα; καθόλου δʼ εἰ μὲν αἰώνιον ἵστασθαι τὴν διαφορὰν βούλεσθε, μάθετε τὴν ἀνθρωπίνην ἀσθένειαν ὑπερφρονοῦντες· εἷς γὰρ καιρὸς καὶ βραχεῖα ῥοπὴ τύχης ταπεινοῖ πολλάκις τοὺς ὑπερηφάνους.
108.1 κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος. ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος· διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme