Book 12
110.1
Ἀγαθοκλῆς δὲ τηλικαύτῃ συμφορᾷ περιπεσὼν τοὺς ἐκ τῆς τροπῆς διασωθέντας ἀνέλαβεν καὶ τὴν παρεμβολὴν ἐμπρήσας εἰς Γέλαν ἀπεχώρησε. διαδόντος δʼ αὐτοῦ λόγον ὡς κατὰ σπουδὴν εἰς Συρακούσσας ἀναζευγνύειν διέγνωκε, τριακόσιοι τῶν ἐκ Λιβύης ἱππέων κατὰ τὴν χώραν περιέπεσόν τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν. ὧν εἰπόντων ὡς Ἀγαθοκλῆς εἰς Συρακούσσας ἀποκεχώρηκεν, εἰσῆλθον εἰς Γέλαν ὡς φίλοι καὶ διαψευσθέντες τῆς ἐλπίδος κατηκοντίσθησαν.
108.5
διόπερ ἔγωγε τὴν τοῦ βίου μεταβολὴν θεωρῶν ἐλεῶ τὴν τύχην. πρότερον μὲν γὰρ ἐν τοῖς ἐπισημοτάτοις τῶν Ἑλλήνων ὑπάρχων καὶ διὰ τὴν καλοκἀγαθίαν ἐπαινούμενος μακαριστὸς ἦν καὶ περίβλεπτος κατὰ πᾶσαν πόλιν·
110.2
ὁ δʼ Ἀγαθοκλῆς συνέκλεισεν αὑτὸν εἰς τὴν Γέλαν, οὐκ ἀδυνατῶν εἰς Συρακούσσας διασωθῆναι, βουλόμενος δὲ περισπάσαι τοὺς Καρχηδονίους πρὸς τὴν πολιορκίαν τῆς Γέλας, ἵνʼ οἱ Συρακόσιοι πολλὴν ἄδειαν σχῶσι συγκομίσαι τοὺς καρπούς, ἀναγκάζοντος τοῦ καιροῦ.
108.6
νυνὶ δʼ ἐξηγκωνισμένος καὶ ἐν ἀσχήμονί χιτῶνι προσόψει τῶν τῆς αἰχμαλωσίας οἰκτρῶν πεπείραται, καθαπερεὶ τῆς τύχης ἐν τῷ τούτου βίῳ τὴν ἑαυτῆς δύναμιν ἐπιδείξασθαι βουλομένης. ἧς τὴν εὐημερίαν ἀνθρωπίνως ἡμᾶς ὑπενεγκεῖν προσήκει καὶ μὴ βάρβαρον ὠμότητα πρὸς ὁμοεθνεῖς ἀνθρώπους ἐνδείξασθαι.
110.3
ὁ δʼ Ἀμίλκας τὸ μὲν πρῶτον ἐπεχείρει πολιορκεῖν τὴν Γέλαν, πυνθανόμενος δὲ ἐν ταύτῃ καὶ δύναμιν εἶναι τὴν ἀμυνομένην καὶ πάντων εὐπορεῖν τὸν Ἀγαθοκλέα ταύτης μὲν ἀπέστη τῆς ἐπιβολῆς, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐπιπορευόμενος προσήγετο καὶ πᾶσιν ἐχρῆτο φιλανθρώπως, ἐκκαλούμενος τοὺς Σικελιώτας πρὸς εὔνοιαν. καὶ Καμαριναῖοι μὲν καὶ Λεοντῖνοι, πρὸς δὲ τούτοις Καταναῖοι καὶ Ταυρομενῖται παραχρῆμα πρέσβεις ἐκπέμψαντες προσέθεντο Καρχηδονίοις·
28.1
Νικόλαος μὲν οὖν πρὸς τοὺς Συρακοσίους τοιούτοις χρησάμενος λόγοις κατέπαυσε τὴν δημηγορίαν, συμπαθεῖς ποιήσας τοὺς ἀκούοντας. Γύλιππος δʼ ὁ Λάκων ἀπαραίτητον τὸ πρὸς Ἀθηναίους μῖσος διαφυλάττων, ἀναβὰς ἐπὶ τὸ βῆμα τῶν λόγων τὴν ἀρχὴν ἐντεῦθεν ἐποιήσατο.