Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 12

110.4 μετʼ ὀλίγας δʼ ἡμέρας οἵ τε Μεσσήνιοι καὶ Ἀβακαινῖνοι καὶ συχναὶ τῶν πόλεων ἀλλήλας φθάνουσαι πρὸς Ἀμίλκαν ἀφίσταντο· τοσαύτη τοῖς ὄχλοις ἐνέπεσεν ὁρμὴ μετὰ τὴν ἧτταν διὰ τὸ πρὸς τὸν τύραννον μίσος.
28.2 θαυμάζω μεγάλως, ἄνδρες Συρακόσιοι, θεωρῶν ὑμᾶς οὕτως ταχέως, περὶ ὧν ἔργῳ κακῶς πεπόνθατε, περὶ τούτων τῷ λόγῳ μεταδιδασκομένους. εἰ γὰρ ὑμεῖς ὑπὲρ ἀναστάσεως κινδυνεύσαντες πρὸς τοὺς ἐπὶ κατασκαφῇ τῆς πατρίδος ὑμῶν παραγεγενημένους ἀνεῖσθε τοῖς θυμοῖς, τί χρὴ νῦν ἡμᾶς διατείνεσθαι τοὺς μηδὲν ἠδικημένους;
110.5 ὁ δʼ Ἀγαθοκλῆς ἀπαγαγὼν τὴν ὑπολελειμμένην δύναμιν εἰς Συρακούσσας τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζε καὶ τὸν ἀπὸ τῆς χώρας σῖτον ἀπεκόμιζε, διανοούμενος τῆς μὲν πόλεως τὴν ἱκανὴν ἀπολιπεῖν φυλακήν, τῆς δὲ δυνάμεως τὴν κρατίστην μετάγειν εἰς Λιβύην καὶ μετατιθέναι τὸν πόλεμον εἰς τὴν ἤπειρον ἐκ τῆς νήσου. ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὴν εἰς Λιβύην Ἀγαθοκλέους διάβασιν ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.
28.3 δότε δέ μοι πρὸς θεῶν, ἄνδρες Συρακόσιοι, συγγνώμην τὴν συμβουλίαν ἐκτιθεμένῳ μετὰ παρρησίας· Σπαρτιάτης γὰρ ὢν καὶ τὸν λόγον ἔχω Σπαρτιάτην. καὶ πρῶτον ἄν τις ἐπιζητήσειε, πῶς Νικόλαος ἐλεῆσαί φησι τοὺς Ἀθηναίους, οἳ τὸ γῆρας αὐτοῦ διὰ τὴν ἀπαιδίαν ἐλεεινὸν πεποιήκασι, καὶ παριὼν εἰς ἐκκλησίαν ἐν ἐσθῆτι πενθίμῃ δακρύει καὶ λέγει δεῖν οἰκτείρειν τοὺς φονεῖς τῶν ἰδίων τέκνων.
1. τάδε ἔνεστιν ἐν τῇ εἰκοστῇ τῶν Διοδώρου βύβλων.
109.4 οὐκέτι γὰρ ἐπιεικής ἐστιν ὁ τῶν συγγενεστάτων μετὰ τὴν τελευτὴν ἀμνημονῶν, τοὺς δὲ πολεμιωτάτους σῶσαι προαιρούμενος. ἐπεὶ πόσοι τῶν ἐκκλησιαζόντων υἱοὺς ἀνῃρημένους κατὰ τὸν πόλεμον ἐπενθήσατε; πολλοὶ γοῦν τῶν καθημένων ἐθορύβησαν.
1. α. ὡς Ἀγαθοκλῆς διαβὰς εἰς Λιβύην ἐνίκησεν παρατάξει Καρχηδονίους καὶ πολλῶν πόλεων ἐκυρίευσεν.
109.5 ὁ δʼ ἐπιβαλών, Ὁρᾷς, φησί, τοὺς τῷ θορύβῳ τὴν συμφορὰν ἐμφανίζοντας; πόσοι δὲ ἀδελφοὺς ἢ συγγενεῖς ἢ φίλους ἀπολωλεκότες ἐπιζητεῖτε; καὶ πολλῷ πλείους ἐπεσημήναντο.
1. β. ὡς Κάσανδρος Αὐδολέοντι μὲν ἐβοήθησε, πρὸς δὲ Πτολεμαῖον τὸν Ἀντιγόνου στρατηγὸν ἀποστάτην γενόμενον συμμαχίαν ἐποιήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme