Book 12
1.5
ὠμόν τε καὶ βάρβαρον τὸ πεπραγμένον. καὶ ταῦτα ἐξήμαρτον εἰς Ἕλληνας, εἰς συμμάχους, εἰς εὐεργέτας πολλάκις γεγενημένους. μὴ δὴ νῦν ἀγανακτούντων, εἰ τοιαῦτα πρὸς τοὺς ἄλλους πράξαντες αὐτοὶ παραπλησίας τεύξονται τιμωρίας· δικαιότατον γάρ ἐστιν, ὃν καθʼ ἑτέρων νόμον τις ἔθηκε, τούτῳ χρώμενον μὴ ἀγανακτεῖν.
1.
ιε. ὡς Ἀγαθοκλῆς Καρχηδονίους μὲν ἐνίκησεν μάχῃ, τὸν δὲ δυνάστην τῆς Κυρήνης Ὀφέλλαν μεταπεμψάμενος ἐπὶ κοινοπραγίαν κατέσφαξεν, καὶ τὴν μετὰ τούτου δύναμιν παρέλαβεν.
1.6
καὶ τί λέγω Μηλίους, οὓς ἐκπολιορκήσαντες ἡβηδὸν ἀπέκτειναν, καὶ Σκιωναίους, οἳ συγγενεῖς ὄντες τῆς αὐτῆς Μηλίοις τύχης ἐκοινώνησαν; ὥστε δύο δήμους πρὸς Ἀττικὴν ὀργὴν ἐπταικότας οὐδὲ τοὺς κηδεύσοντας ἔχειν τὰ τῶν τετελευτηκότων σώματα.
1.
ις. ὡς Καρχηδόνιοι Βορμίλκαν ἐπιθέμενον τυραννίδι κατέλυσαν.
2.7
οὐ Σκύθαι τοῦτʼ ἔπραξαν, ἀλλʼ ὁ προσποιούμενος φιλανθρωπίᾳ διαφέρειν δῆμος ψηφίσμασι τὰς πόλεις ἄρδην ἀνῄρηκεν. ἤδη λογίζεσθε, τί ἂν ἔπραξαν, εἰ τὴν τῶν Συρακοσίων πόλιν ἐξεπόρθησαν· οἱ γὰρ τοῖς οἰκείοις οὕτως ὠμῶς χρησάμενοι τοῖς μηδὲν προσήκουσι βαρυτέραν ἂν ἐξεῦρον τιμωρίαν.
1.
ιζ. ὡς Ἀγαθοκλέους ἀποπέμψαντος εἰς Σικελίαν τὰ λάφυρα τινὰ τῶν πλοίων ἐναυάγησεν.
31.1
οὐκ ἔστιν οὖν τούτοις δίκαιος ἀποκείμενος ἔλεος· αὐτοὶ γὰρ αὐτὸν ἐπὶ τῶν ἰδίων ἀκληρημάτων ἀνῃρήκασι. ποῦ γὰρ ἄξιον τούτοις καταφυγεῖν; πρὸς θεούς, ὧν τὰς πατρίους τιμὰς ἀφελέσθαι προείλοντο; πρὸς ἀνθρώπους, οὓς δουλωσόμενοι παρεγένοντο; Δήμητρα καὶ Κόρην καὶ τὰ τούτων ἐπικαλοῦνται μυστήρια, τὴν ἱερὰν αὐτῶν νῆσον πεπορθηκότες;
1.
ιη. ὡς Ῥωμαῖοι Μαρσοῖς μὲν πολεμουμένοις ὑπὸ Σαμνιτῶν ἐβοήθησαν, ἐν δὲ τῇ Τυρρηνίᾳ Κάπριον ἐξεπολιόρκησαν.
2.2
ναί, ἀλλʼ οὐκ αἴτιον τὸ πλῆθος τῶν Ἀθηναίων, ἀλλʼ Ἀλκιβιάδης ὁ ταῦτα συμβουλεύσας. ἀλλʼ εὑρήσομεν τοὺς συμβούλους κατὰ τὸ πλεῖστον στοχαζομένους τῆς τῶν ἀκουόντων βουλήσεως, ὥσθʼ ὁ χειροτονῶν τῷ ῥήτορι λόγον οἰκεῖον ὑποβάλλει τῆς ἑαυτοῦ προαιρέσεως. οὐ γὰρ ὁ λέγων κύριος τοῦ πλήθους, ἀλλʼ ὁ δῆμος ἐθίζει τὸν ῥήτορα τὰ βέλτιστα λέγειν χρηστὰ βουλευόμενος.
1.
ιθ. Δημητρίου τοῦ πολιορκητοῦ κατάπλους εἰς τὸν Πειραιᾶ καὶ τῆς Μουνυχίας ἅλωσις.