Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

45.5 κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται δʼ ἕκαστος ὑπεργέμων καὶ δύσπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεθύοντι. τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχθύων πάλιν τροφὴν ἀνακάμπτουσι· καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παρʼ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον. οἱ μὲν οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παρʼ ἡμῖν ὄντες.
36.2 ἑλόμενοι δὲ τετρακοσίους ἄνδρας, τούτοις ἔδωκαν τὴν ἐξουσίαν αὐτοκράτορα διοικεῖν τὰ κατὰ τὸν πόλεμον· ὑπελάμβανον γὰρ τὴν ὀλιγαρχίαν εὐθετωτέραν εἶναι τῆς δημοκρατίας ἐν ταῖς τοιαύταις περιστάσεσιν.
18.1 τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν. ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι.
36.3 οὐ μὴν τὰ πράγματά γε κατὰ τὴν ἐκείνων ἠκολούθησε κρίσιν, ἀλλὰ πολὺ χεῖρον τὸν πόλεμον διῴκησαν. ἀποστείλαντες γὰρ τεσσαράκοντα ναῦς συνεξέπεμψαν τοὺς ἀφηγησομένους δύο στρατηγοὺς ἀλλοτρίως ἔχοντας πρὸς ἀλλήλους. τῶν δὲ περὶ τοὺς Ἀθηναίους πραγμάτων τεταπεινωμένων ὁ μὲν καιρὸς προσεδεῖτο πολλῆς ὁμονοίας, οἱ δὲ στρατηγοὶ πρὸς ἀλλήλους ἐστασίαζον.
18.2 προσφερόμενοι γὰρ τὸν ἰχθῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλʼ οὐδʼ ἔννοιαν ἔχουσι ποτοῦ. στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν.
36.4 καὶ τέλος ἐκπλεύσαντες εἰς Ὠρωπὸν ἀπαράσκευοι πρὸς τοὺς Πελοποννησίους ἐναυμάχησαν· κακῶς δὲ καὶ τὴν μάχην ἐνστησάμενοι καὶ τὸν κίνδυνον ἀγεννῶς ὑπομείναντες, ἀπέβαλον ναῦς δύο πρὸς ταῖς εἴκοσι, τὰς δὲ λοιπὰς μόγις διέσωσαν εἰς Ἐρέτριαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme