Book 13
18.3
τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον. καίτοι γε πολλοὶ τῶν ἀπʼ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφʼ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων.
8.5
τούτων δὲ πραχθέντων οἱ σύμμαχοι τῶν Ἀθηναίων διά τε τὰς περὶ Σικελίαν ἀτυχίας καὶ διὰ τὰς τῶν ἡγεμόνων καχεξίας μεθίσταντο πρὸς Λακεδαιμονίους. συμμάχου δʼ ὄντος τοῖς Λακεδαιμονίοις Δαρείου τοῦ Περσῶν βασιλέως, Φαρνάβαζος ὁ τῶν ἐπὶ θαλάττης τόπων ἔχων τὴν στρατηγίαν ἐχορήγει χρήματα τοῖς Λακεδαιμονίοις· μετεπέμψατο δὲ καὶ τὰς ἐκ Φοινίκης τριήρεις τριακοσίας, διαλογιζόμενος ἀποστεῖλαι τοῖς Λακεδαιμονίοις ἐπὶ τὴν βοήθειαν.
18.4
καὶ ὁ τρίτος δὲ Πτολεμαῖος, ὁ φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν· οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη. φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας.
9.1
τοιούτων δʼ ἐλαττωμάτων τοῖς Ἀθηναίοις εἰς ἕνα καιρὸν συνδραμόντων ἅπαντες καταλελύσθαι τὸν πόλεμον διειλήφεισαν· οὐκέτι γὰρ τοὺς Ἀθηναίους οὐδὲ τὸν ἐλάχιστον χρόνον οὐδεὶς ἤλπιζε τοιαῦτα ὑποστήσεσθαι. οὐ μὴν τὰ πράγματά γε τῇ τῶν πολλῶν ὑπολήψει τέλος ἔσχεν ἀκόλουθον, ἀλλʼ εἰς τοὐναντίον πάντα διὰ τὰς τῶν διαπολεμούντων ὑπεροχὰς μεταπεσεῖν συνέβη διὰ τοιαύτας αἰτίας.