Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

9.4 ἔχων οὖν φιλίαν πρὸς Φαρνάβαζον τὸν Δαρείου σατράπην, καὶ θεωρῶν αὐτὸν μέλλοντα τριακοσίας ναῦς ἀποστέλλειν τοῖς Λακεδαιμονίοις εἰς συμμαχίαν, ἔπεισεν ἀποστῆναι τῆς πράξεως· ἐδίδασκε γὰρ ὡς οὐ συμφέρει τῷ βασιλεῖ τοὺς Λακεδαιμονίους ποιεῖν ἄγαν ἰσχυρούς· οὐ γὰρ συνοίσειν Πέρσαις· κρεῖττον οὖν εἶναι περιορᾶν τοὺς διαπολεμοῦντας ἴσους ὄντας, ὅπως πρὸς ἀλλήλους ὡς πλεῖστον χρόνον διαφέρωνται.
19.1 οἰκήσεσι δὲ τὰ ἔθνη οὐχ ὁμοίαις χρῆται, πρὸς δὲ τὰς τῆς περιστάσεως ἰδιότητας διηλλαγμέναις ἐμβιοῦσι. τινὲς μὲν γὰρ ἐν σπηλαίοις κατοικοῦσι κεκλιμένοις μάλιστα πρὸς τὰς ἄρκτους, ἐν οἷς καταψύχουσιν ἑαυτοὺς διά τε τὸ βάθος τῆς σκιᾶς καὶ διὰ τὰς περιπνεούσας αὔρας· τὰ μὲν γὰρ πρὸς μεσημβρίαν νεύοντα, τοῖς ἴπνοις παραπλησίαν ἔχοντα τὴν θερμασίαν, ἀπρόσιτα τοῖς ἀνθρώποις ἐστὶ δια τὴν τοῦ καύματος ὑπερβολήν.
9.5 ὅθεν ὁ Φαρνάβαζος διαλαβὼν εὖ λέγειν τὸν Ἀλκιβιάδην, πάλιν τὸν στόλον ἀπέστειλεν εἰς Φοινίκην. τότε μὲν οὖν τηλικαύτην τῶν Λακεδαιμονίων συμμαχίαν παρείλατο· μετὰ δέ τινα χρόνον τυχὼν τῆς καθόδου, καὶ δυνάμεως ἡγησάμενος, πολλαῖς μὲν μάχαις ἐνίκησε Λακεδαιμονίους, καὶ τελέως τὰ τῶν Ἀθηναίων πράγματα πεσόντα πάλιν ἤγειρεν.
46.2 οἱ δὲ τῶν πρὸς ἄρκτον νευόντων σπηλαίων σπανίζοντες ἀθροίζουσι τὰς πλευρὰς τῶν ἐκ τοῦ πελάγους ἐκπιπτόντων κητῶν· τῆς δὲ τούτων δαψιλείας πολλῆς οὔσης, καταπλέξαντες ἐξ ἑκατέρου μέρους κύρτας πρὸς ἀλλήλας νενευκυίας, τῷ προσφάτῳ φύκει ταύτας διαπλέκουσι. σκεπαζομένης οὖν τῆς καμάρας, ἐν ταύτῃ τὸ βαρύτατον τοῦ καύματος ἀναπαύονται, τῆς κατὰ φύσιν χρείας αὐτοδίδακτον τέχνην ὑφηγουμένης.
10.6 ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀκριβέστερον ἐροῦμεν, ἵνα μὴ παρὰ φύσιν προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς.
46.3 τρίτος δὲ τρόπος ἐστὶ τοῖς Ἰχθυοφάγοις τῆς σκηνώσεως τοιοῦτος. ἐλαῖαι φύονται πάνυ πολλαὶ περὶ τοὺς τόπους τούτους, τὰ μὲν περὶ τὴν ῥίζαν ἔχουσαι προσκλυζόμενα τῇ θαλάττῃ, πυκναὶ δὲ τοῖς φυλλώμασι, τὸν δὲ καρπὸν ὅμοιον ἔχουσαι τῷ κασταναϊκῷ καρύῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme