Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

38.1 τοῦ γὰρ ἐνιαυσιαίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Θεόπομπος, Ῥωμαῖοι δʼ ἀντὶ τῶν ὑπάτων τέτταρας χιλιάρχους κατέστησαν, Τιβέριον Ποστούμιον καὶ Γάιον Κορνήλιον, πρὸς δὲ τούτοις Γάιον Οὐαλέριον καὶ Καίσωνα Φάβιον. περὶ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι τὴν ἐκ τῶν τετρακοσίων ὀλιγαρχίαν κατέλυσαν καὶ τὸ σύστημα τῆς πολιτείας ἐκ τῶν πολιτῶν συνεστήσαντο.
46.4 ταύτας ἀλλήλαις συμπλέκοντες καὶ συνεχῆ σκιὰν ποιοῦντες ἰδιαζούσαις σκηναῖς ἐμβιοῦσιν· ἅμα γὰρ ἐν γῇ καὶ θαλάττῃ διατρίβοντες ἐπιτερπῶς διεξάγουσι, τὸν μὲν ἥλιον φεύγοντες τῇ διὰ τῶν ἀκρεμόνων σκιᾷ, τὸ δὲ φυσικὸν περὶ τοὺς τόπους καῦμα τῇ συνεχεῖ τοῦ κύματος προσκλύσει διορθούμενοι, ταῖς δὲ περιπνοαῖς τῶν εὐκαίρων ἀνέμων εἰς ῥᾳστώνην ἄγοντες τὰ σώματα. ῥητέον δʼ ἡμῖν καὶ περὶ τοῦ τετάρτου μέρους τῆς σκηνώσεως.
38.2 τούτων δὲ πάντων ἦν εἰσηγητὴς Θηραμένης, ἀνὴρ καὶ τῷ βίῳ κόσμιος καὶ φρονήσει δοκῶν διαφέρειν τῶν ἄλλων· καὶ γὰρ τὸν Ἀλκιβιάδην οὗτος μόνος συνεβούλευσε κατάγειν, διʼ ὃν πάλιν ἑαυτοὺς ἀνέλαβον, καὶ πολλῶν ἄλλων εἰσηγητὴς γενόμενος ἐπʼ ἀγαθῷ τῆς πατρίδος οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν.
46.5 ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής· οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένην ἅμμῳ. ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωθεν δʼ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν. ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν θήραν τῶν ἰχθύων ἀσχολοῦνται· ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφθέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας.
38.3 ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἐγενήθη, εἰς δὲ τὸν πόλεμον Ἀθηναῖοι μὲν στρατηγοὺς κατέστησαν Θράσυλλον καὶ Θρασύβουλον, οἳ τὸν στόλον εἰς Σάμον ἀθροίσαντες ἐγύμναζον τοὺς στρατιώτας εἰς ναυμαχίαν καθʼ ἡμέραν ἀναπείρας ποιούμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme