Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 13

18.6 ἤδη δὲ τῆς τριακοντόρου καταλαμβανομένης οἱ βάρβαροι μὲν ἐπηλάλαξαν, οἱ δʼ ἐκ τῆς πόλεως ἀδυνατοῦντες βοηθεῖν τοῖς θεοῖς ηὔχοντο περὶ τῆς σωτηρίας τῶν καταπλεόντων. τῆς πρῴρας δὲ τῶν διωκόντων εἰς ἐμβολὴν ἤδη φερομένης οὐκ ἄπωθεν τῆς γῆς ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον καὶ τῶν Συρακοσίων προσβοηθησάντων ἐξέφυγε τὸν κίνδυνον.
18.7 Ἀμίλκας δʼ ὁρῶν τοὺς ἐκ τῆς πόλεως διὰ τὴν ἀγωνίαν καὶ τὸ παράδοξον τῆς προσδοκωμένης ἀγγελίας ἐπὶ τὸν λιμένα συνδεδραμηκότας, ὑπολαβὼν εἶναι μέρος τι τοῦ τείχους ἀφύλακτον, ἔπεμψε τῶν στρατιωτῶν τοὺς κρατίστους μετὰ κλιμάκων. οὗτοι δʼ εὑρόντες ἐκλελειμμένας τὰς φυλακὰς ἔλαθον προσαναβάντες· καὶ σχεδὸν αὐτῶν μεσοπύργιον ἤδη κατειληφότων ἡ κατὰ τὸ σύνηθες ἐφοδία παραγενομένη κατενόησε.
18.8 γενομένης δὲ μάχης οἱ μὲν ἐκ τῆς πόλεως συνέδραμον καὶ φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἀπὸ τῶν ἐπάλξεων κατεκρήμνισαν.
18.9 ἐφʼ οἷς Ἀμίλκας περιαλγὴς γενόμενος ἀπήγαγε τὴν δύναμιν ἀπὸ τῆς πόλεως καὶ τοῖς εἰς Καρχηδόνα βοήθειαν ἐξέπεμψε μετὰ στρατιωτῶν πεντακισχιλίων.
19.1 ἅμα δὲ τούτοις πραττομένοις ὁ μὲν Ἀγαθοκλῆς κρατῶν τῶν ὑπαίθρων τὰ περὶ τὴν Καρχηδόνα χωρία κατὰ κράτος ᾔρει καὶ τῶν πόλεων ἃς μὲν διὰ φόβον, ἃς δὲ διὰ τὸ πρὸς Καρχηδονίους μίσος προσηγάγετο. παρεμβολὴν δὲ πλησίον τοῦ Τύνητος ὀχυρωσάμενος καὶ τὴν ἱκανὴν ἀπολιπὼν φυλακὴν ἀνέζευξε πρὸς τὰς ἐπὶ θαλάττῃ κειμένας πόλεις. καὶ πρώτην μὲν ἑλὼν Νέαν πόλιν κατὰ κράτος φιλανθρώπως ἐχρήσατο τοῖς χειρωθεῖσιν· εἶτα παρελθὼν ἐπʼ Ἀδρύμητα πρὸς μὲν ταύτην πολιορκίαν συνεστήσατο, Αἰλύμαν δὲ τὸν βασιλέα τῶν Λιβύων εἰς συμμαχίαν προσελάβετο.
19.2 ἃ δὴ πυθόμενοι οἱ Καρχηδόνιοι πᾶσαν τὴν δύναμιν προήγαγον ἐπὶ τὸν Τύνητα καὶ τῆς μὲν Ἀγαθοκλέους στρατοπεδείας ἐκυρίευσαν, τῇ πόλει δὲ μηχανὰς προσαγαγόντες συνεχεῖς προσβολὰς ἐποιοῦντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme