Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 14

32.2 κατὰ δὲ τὸν τῶν ἐτησίων καιρὸν γινομένων παρʼ αὐτοῖς ὄμβρων μεγάλων, ἀφʼ αἵματος καὶ γάλακτος διατρέφονται, μίσγοντες ταῦτα καὶ βραχὺν χρόνον ἑψήσαντες. μετὰ δὲ ταῦτα διὰ τὴν τῶν καυμάτων ὑπερβολὴν τῆς νομῆς ξηραινομένης καταφεύγουσιν εἰς τοὺς ἑλώδεις τόπους, καὶ περὶ τῆς τῆς χώρας νομῆς πρὸς ἀλλήλους διαμάχονται.
32.3 τῶν δὲ βοσκημάτων τὰ πρεσβύτερα καὶ νοσεῖν ἀρχόμενα καταναλίσκοντες ἀπὸ τούτων τὸν ἅπαντα χρόνον διατρέφονται. διόπερ τὴν τῶν γονέων προσηγορίαν ἀνθρώπων μὲν οὐδενὶ προσάπτουσι, ταύρῳ δὲ καὶ βοῒ καὶ πάλιν κριῷ καὶ προβάτῳ· τούτων δὲ τοὺς μὲν πατέρας, τὰς δὲ μητέρας καλοῦσι διὰ τὸ πορίζεσθαι τὰς ἐφημέρους τροφὰς ἀεὶ παρὰ τούτων, ἀλλὰ μὴ παρὰ τῶν γεγεννηκότων. ποτῷ δʼ οἱ μὲν ἰδιῶται συγχρῶνται παλιούρων βρέγματι, τοῖς δὲ δυνάσταις ἀπό τινος ἄνθους κατασκευάζεται πόμα παραπλήσιον τῷ χειρίστῳ παρʼ ἡμῖν γλεύκει. ταῖς δὲ ἀγέλαις τῶν θρεμμάτων ἐπακολουθοῦντες ἄλλην ἐξ ἄλλης χώραν ἐπιπορεύονται, φεύγοντες τὸ τοῖς αὐτοῖς τόποις ἐνδιατρίβειν.
32.4 καὶ γυμνοὶ μέν εἰσι πάντες τὰ σώματα πλὴν τῶν ἰσχίων, ἃ δέρμασι σκεπάζουσι· τὰ δʼ αἰδοῖα πάντες οἱ Τρωγλοδύται παραπλησίως τοῖς Αἰγυπτίοις περιτέμνονται πλὴν τῶν ἀπὸ τοῦ συμπτώματος ὀνομαζομένων κολοβῶν· οὗτοι γὰρ μόνοι τὴν ἐντὸς τῶν στενῶν νεμόμενοι χώραν ἐκ νηπίου ξυροῖς ἀποτέμνονται πᾶν τὸ τοῖς ἄλλοις μέρος περιτομῆς τυγχάνον.
30.1 ὁπλισμὸν δʼ ἔχουσι τῶν Τρωγλοδυτῶν οἱ μὲν ὀνομαζόμενοι Μεγάβαροι κυκλοτερεῖς ὠμοβοΐνας ἀσπίδας καὶ ῥόπαλον τύλους ἔχον περισιδήρους, οἱ δὲ ἄλλοι τόξα καὶ λόγχας.
30.2 ταφαὶ δὲ παντελῶς ἐξηλλαγμέναι ἐπιχωριάζουσι· τοῖς γὰρ τῶν παλιούρων λύγοις δήσαντες τῶν τετελευτηκότων τὰ σώματα προσάπτουσι τὸν αὐχένα τοῖς σκέλεσι, θέντες δὲ τὸν νεκρὸν ἐπί τινος ἀναστήματος βάλλουσι λίθοις χειροπληθέσι γελῶντες, μέχρι ἂν ὅτου τοῖς λίθοις περιχώσαντες ἀποκρύψωσι τὰ σώματα· τὸ δὲ τελευταῖον αἰγὸς κέρας ἐπιθέντες ἀπολύονται,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme